Ancient Greek
2.53.1
Xenophanes Poet. Phil., Testimonia 2.53.1
Unproofread scanNot analysed yet
977a τῶν κρειττόνων, τὸ οὐκ ὂν ἐξ ὄντος (ἢ τὸ ὂν ἐξ οὐκ ὄντος) ἂν γενέσθαι· ὅπερ ἀδύνατον. αἰδίον μὲν οὖν διὰ ταῦτα εἶναι τὸν θεόν. (3) εἰ δ’ ἔστιν ὁ θεὸς ἀπάντων κράτιστον, ἕνα φησὶν αὐτὸν προσῆκεν εἶναι, εἰ γὰρ δύο ἢ πλείους εἶεν, οὐκ ἂν ἔτι κράτιστον καὶ βέλτιστον αὐτὸν εἶναι πάντων. ἕκαστος γὰρ ὧν θεὸς τῶν πολλῶν ὁμοίως ἂν τοιοῦτος εἴη. τοῦτο γὰρ θεὸν καὶ θεοῦ δύναμιν εἶναι, κρατεῖν, ἀλλὰ μὴ κρατεῖσθαι, καὶ πάντων κράτιστον εἶναι. ὥστε καθὸ μὴ κρείττων, κατὰ τοσοῦτον οὐκ εἶναι θεόν. (4) πλειόνων οὖν ὄντων, εἰ μὲν εἶεν τὰ μὲν ἀλλήλων κρείττους τὰ δὲ ἧττους, οὐκ ἂν εἶναι θεούς· πεφυκέναι γὰρ τὸ θεῖον μὴ κρατεῖσθαι. (5) ἴσων δὲ ὄντων, οὐκ ἂν ἔχειν. θεοῦ φύσιν, ὂν δεῖν εἶναι κράτιστον· τὸ δὲ ἴσον οὔτε βέλτιον οὔτε χειρὸν εἶναι τοῦ ἴσου. ὥστ’ εἴπερ εἴη τε καὶ τοιοῦτον εἴη θεός, ἕνα μόνον εἶναι τὸν θεόν. οὐδὲ γὰρ οὐδὲ πάντα δύνασθαι ἂν ἂ βούλοιτο [οὐ γὰρ ἂν δύνασθαι] πλειόνων ὄντων· ἕνα ἄρα εἶναι μόνον. (6) ἕνα δ’ ὄντα ὅμοιον εἶναι πάντη, ὁρῶντα καὶ ἀκούοντα τὰς τε ἄλλας αἰσθήσεις ἔχοντα πάντη· εἰ γὰρ μή, κρατεῖν ἂν καὶ κρατεῖσθαι ὑπ’ ἀλλήλων τὰ μέρη θεοῦ [ὄντα], ὅπερ ἀδύνατον.