Ancient Greek
2.56.3
Xenophanes Poet. Phil., Testimonia 2.56.3
Unproofread scanNot analysed yet
30. ARISTOT. Metaph. Δ 5. 986b 18 Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ τὸν λόγον ἕνός ἀπτεσθαι. Μέλισσος δὲ τοῦ κατὰ τὴν ὕλην· διὸ καὶ ὁ μὲν πεπερασμένον, ὁ δ’ ἄπειρόν φησιν εἶναι αὐτό· Ξ. δὲ πρῶτος τούτων ἐνίσους (ὁ γὰρ Παρμενίδης τούτου λέγεται γενέσθαι μαθητής) οὐδὲν διεσαφήνισεν. οὐδὲ τῆς φύσεως τούτων οὐδετέρας ἔοικε θιγεῖν, ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας τὸ ἕν εἶναι φησι τὸν θεόν [vgl. B 23]· οὗτοι μὲν οὖν, καθάπερ εἴπομεν, ἀφετέοι πρὸς τὴν νῦν παροῦσαν ζήτησιν, οἱ μὲν δύο καὶ πᾶμπαν ὡς ὄντες μικρὸν ἀγροικότεροι, Ξ. καὶ Μέλισσος.