Ancient Greek
2.56.4
Xenophanes Poet. Phil., Testimonia 2.56.4
Unproofread scanNot analysed yet
31. SIMPL. Phys. 22, 22 ff. (1 ἀνάγκη τοίνυν τὴν ἀρχὴν ἢ μίαν εἶναι ἢ οὐ μίαν. ταὐτὸν δὲ εἰπεῖν πλείους, καὶ εἰ μίαν. ἤτοι ἀκίνητον ἢ κινουμένην. καὶ εἰ ἀκίνητον, ἤτοι ἄπειρον ὡς Μέλισσος ὁ Σάμιος δοκεῖ λέγειν. ἢ πεπερασμένην ὡς Παρμενίδης Πύρρητος Ἐλεάτης. οὐ περὶ φυσικοῦ στοιχεῖου λέγουσιν οὗτοι, ἀλλὰ περὶ τοῦ ὡντως ὄντος. (2 μίαν δὲ τὴν ἀρχὴν ἤτοι ἕν τὸ ὃν καὶ πᾶν [καὶ οὔτε πεπερασμένον οὔτε ἄπειρον οὔτε κινούμενον οὔτε ἡρεμοῦν Ξενοφάνην τὸν Κολοφώνιον τὸν Παρμενίδου διδάσκαλον ὑποτίθεσθαι φησιν ὁ Θεόφραστος [Phys. op. fr. 5 D. 480] ὁμολογῶν ἑτέρας εἶναι μᾶλλον ἢ τῆς περὶ φύσεως ἱστορίας τὴν μνήμην τῆς τούτου δόξης. (3) τὸ γὰρ ἕν τοῦτο καὶ πᾶν τὸν θεὸν ἔλεγεν ὁ Ξ. · ὃν ἕνα μὲν δείκνυσιν ἐκ τοῦ πάντων κράτιστον εἶναι. πλειόνων γάρ, φησίν, ὄντων ὁμοίως ὑπάρχει ἀνάγκη πᾶσι τὸ κρατεῖν· τὸ δὲ πάντων κράτιστον καὶ ἄριστον θεός. (4 ἀξένητον δὲ ἐδείκνυεν ἐκ τοῦ δεῖν τὸ γινόμενον ἢ ἐξ ὁμοίου ἢ ἐξ ἀνομοίου γίνεσθαι. ἀλλὰ τὸ μὲν ὁμοίον ἀπαθὲς φησιν ὑπὸ τοῦ ὁμοίου· οὐδὲν γὰρ μᾶλλον γεννᾶν ἢ γεννᾶσθαι προσῆκει τὸ ὁμοίον ἐκ τοῦ ὁμοίου· εἰ δὲ ἐξ ἀνομοίου γίνοιτο, ἔσται τὸ ὃν ἐκ τοῦ μὴ ὄντος. καὶ οὕτως ἀγένητον καὶ αἰδίον ἐδείκνυ. (5) οὔτε δὲ ἄπειρον οὔτε πεπερασμένον εἶναι, διότι ἄπειρον μὲν τὸ μὴ ὃν ὡς οὔτε ἀρχὴν ἔχον οὔτε μέσον οὔτε τέλος, περαίνειν δὲ πρὸς ἄλληλα τὰ πλεῖω. ὁ παραπλησίως δὲ καὶ τὴν κίνησιν ἀφαιρεῖ καὶ τὴν ἡρεμίαν. ἀκίνητον μὲν γὰρ εἶναι τὸ μὴ ὃν· οὔτε γὰρ ἂν εἰς αὐτὸ ἕτερον οὔτε αὐτὸ πρὸς ἄλλο ἐλθεῖν· κινεῖσθαι δὲ τὰ πλεῖω τοῦ ἕνός· ἕτερον γὰρ εἰς ἕτερον μεταβάλλειν. (7) ὥστε καὶ ὅταν ἐν ταύτῳ μένειν λέγῃ καὶ μὴ κινεῖσθαι, ‘ἀεὶ δ’ —ἄλληι’