Ancient Greek
2.67.16 to 2.69.1
Xenophanes Poet. Phil., Testimonia 2.67.16-2.69.1
Unproofread scanNot analysed yet
καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἄνθρω γένετ᾽ οὐδὲ τις ἔσται εἰδὼς ἄμφι θεῶν τε καὶ ἃσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών, αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ᾽ ἐπὶ πᾶσι τέτυκται. ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι. ὅπόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι . . . καὶ μὲν ἐνὶ σπεάτεσσί τεος καταλείβεται ὕδωρ. εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον γλυύσσονα σύκα πέλεσθαι. 39. [20 K.] POLLUX VI 46 κέρασον τὸ δένδρον ἐν τῷ Περὶ φύσεως Ξενοφάνους εὑρών. 40. [30 K.] ETYM. GEN. s. v. βρόταχον τὸν βάτραχον Ἰωνες [καὶ Ἀριστοφάνης φησὶ] καὶ παρὰ Ξενοφάνει. συλλογράφος δέ τις τὸ σὶ μακρὸν γράφει τῷ ῥώ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα. συλλογράφος νῦν ὁ Ξενοφάνης ἐστὶ καὶ ὁ Τίμων καὶ ἕτεροι. 42. HERODIAN. π. μον. λέξεως 7,11 καὶ παρὰ Ἀριστοφάνει ἐν δινοβάλλων (Havni. :Ξενοφάνει ἐν δ [ἄ?] Σίλλων Seidler) καὶ (κ᾽) ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο. 43. SCHOL. HOM. B ad I 539 χλοῦνην οἱ μὲν ἀφριστήν· . . . Ξενοφῶντα [Ξενοφάνην G. Hermann] δὲ γένος τι Ἰνδῶν φάναι τὸν χλοῦνην εἶναι καθάπερ καὶ παρ’ Αἰσχύλῳ ἐν Ἑδωνοῖς ἡμακροσκελὴς μέν; ἄρα μὴ χλοῦνης τις ἦν;’ [FT 62 Nauck].