Ancient Greek
2.69.2
Xenophanes Poet. Phil., Testimonia 2.69.2
Unproofread scanNot analysed yet
44. ATIIEN. IV P. 174F ἡιγγραφαίνοισι γὰρ οἱ Φοίνικες, ὡς φησιν ὁ Ξενοφῶν [Ξενοφάνης Dümmler] ἐχρῶντο αὐλοῖς σπιθαμιαίοις τὸ μέγεθος ὀξὺ καὶ γοερὸν φθεγγομένοις. τούτοις δὲ καὶ οἱ Κάρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἐστιν εὑρεῖν. ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγραι ὑπὸ τῶν Φοινίκων ἀπὸ τῶν περὶ Ἄδωνιν θρήνων· τὸν γὰρ Ἄδωνιν Γίγγραν καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης.