Ancient Greek
2.69.3 to 2.70.9
Xenophanes Poet. Phil., Testimonia 2.69.3-2.70.9
Unproofread scanNot analysed yet
45. SCHOL. HIPPOCR. ad Epid. I 13, 3 [Klein, Erotian. S. 18] βληστρισμός: ὁ ῥιπτασιμός· οὕτω Βακχεῖος τίθησιν· ἐν ἐνίοις δὲ ἀντιγράφοις εὑρομεν βλητρισμὸν χωρὶς τοῦ σ. ὄντως δὲ τὸν ῥιπτασμὸν σημαίνει καθὼς καὶ Ξενοφάνης ὁ Κολοφωνιὸς φησιν· ἔγὼ δὲ ἑμαυτὸν πόλιν ἐκ πόλεως φέρων ἐβλήστριζον’ ἀντὶ τοῦ ἐρριπταζόμην [vgl. fr. 8, 2]. ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτηρ’ ἂ μὴ θέμις στέργειν νομίζω, δεσμὰ τ’ ἐξάπτειν χεροῖν οὔτ’ ἡξίωσα πώποτ’ οὔτε πείσομαι, οὐδ’ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. 1345 δεῖται γὰρ ὁ θεός, εἴπερ ἐστ’ ὀρθὼς θεός, οὐδενός· ἀοιδῶν οἷδε δύστηνοι λόγοι. 2. ATHEN. X 413 C διὸ καὶ Εὐριπίδης ἐν τῷ πρώτῳ Αὐτολύκῳ λέγει [fr. 282 N.] κακῶν γὰρ ὄντων μυρίων καθ’ Ἑλλάδα οὐδὲν κάκιόν ἐστιν ἀθλητῶν γένους· οἱ πρῶτοι μὲν Ζῆν οὔτε μανθάνουσιν εὖ οὔτ’ ἂν δύναιντο· πῶς γὰρ ὅστις ἐστ’ ἀνὴρ 5 γνάθου τε δοῦλος νηδύος θ’ ἡσσημένος κτήσαιτ’ ἂν ὀλβον εἰς ὑπερβολὴν πατρός; 13 ἐμεψάμην δὲ καὶ τὸν Ἑλλήνων νόμον, οἱ τῶνδ’ ἐκατι σύλλογον ποιοῦμενοι 15 τιμῶσ’ ἀχρεῖους ἡδονὰς δαιτὸς χάριν. τί γὰρ παλαίσας εὖ, τί δ’ ὠκύπους ἀνὴρ ἡ δίσκον ἄρας ἢ γνάθον παίσας καλῶς πόλει πατρώιᾳ στέφανον ἥρεσεν λαβών; πότερα μαχοῦνται πολεμίοισιν ἐν χεροῖν 20 δίσκους ἔχοντες ἢ δίχ’ ἀσπίδων χειρὶ θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας; οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας [στάς]. ⟨ἀλλ’⟩ ἄνδρας ⟨οἶμαι⟩ χρὴ σοφοὺς τε κἀγαθοὺς φύλλοις στέρεσθαι, χῡστὶς ἥρειται πόλει 25 κάλλιστα σώφρων καὶ δίκαιος ὤν ἀνήρ ὅστις τε μύθοις ἔργ’ ἀπαλλάσσει κακὰ μάχας τ’ ἀφαιρῶν καὶ στάσεις. τοιαῦτα γὰρ πóλει τε πᾶσῃ πᾶσι θ’ Ἑλλῃσιν καλά. ταῦτ’ εἰληφεν ὁ Εὐριπίδης ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως 10 εἰρηκότος· ‘ἀλλ’ —πόλεως’ [B 2].