Ancient Greek
100.5
Zeno Phil., Testimonia Et Fragmenta 100.5
Unproofread scanNot analysed yet
187 Diogenes Laërt. VII 127. αὐτάρκη τε εἶναι αὐτὴν (scil. τὴν ἀρετὴν) πρὸς εὐδαιμονίαν, καθά φησι Ζήνων. 190 Stobaeus Ecl. II p. 57, 18 W. ταῦτ' εἶναι φησιν ὁ Ζήνων ὅσα οὐσίας μετέχει, τῶν δ' ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δὲ ἀδιάφορα. ἀγαθὰ μὲν τὰ τοιαῦτα· φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν καὶ πᾶν ὅ ἐστιν ἀρετὴ ἢ μετέχον ἀρετῆς· κακὰ δὲ τὰ τοιαῦτα· ἀφροσύνην, ἀκολασίαν, ἀδικίαν, δειλίαν, καὶ πᾶν ὅ ἐστι κακία ἢ μετέχον κακίας· ἀδιάφορα δὲ τὰ τοιαῦτα· ζωὴν θάνατον, δόξαν ἀδοξίαν, πόνον ἡδονήν, πλοῦτον πενίαν, νόσον ὑγίειαν, καὶ τὰ τοῖς τοῖς ὅμοια.