Ancient Greek
102.1
Zeno Phil., Testimonia Et Fragmenta 102.1
Unproofread scanNot analysed yet
192 Stobaeus Ecl. II p. 84, 21 W. τῶν δ᾽ ἀξίων ἔχοντων τὰ μὲν ἔχειν πολλὴν ἀξίαν, τὰ δὲ βραχείαν. ὁμοίως δὲ καὶ τῶν ἀπαξίων ἔχοντων ἂ μὲν ἔχειν πολλὴν ἀπαξίαν, ἂ δὲ βραχείαν. τὰ μὲν οὖν πολλὴν ἔχοντα ἀξίαν προηγμένα λέγεσθαι, τὰ δὲ πολλὴν ἀπαξίαν ἀποπροηγμένα, Ζήνωνος ταύτας τὰς ὀνομασίας θεμένου πρώτον τοῖς πράγμασι. προηγμένον δ᾽ εἶναι λέγουσιν, ὁ ἀδιάφορον ἐκλεγόμεθα κατὰ προηγούμενον λόγον. τὸν δὲ ὁμοιον λόγον ἐπὶ τῷ ἀποπροηγμένῳ εἶναι καὶ τὰ παραδείγματα κατὰ τὴν ἀναλογίαν ταύτα. οὐδὲν δὲ τῶν ἀγαθῶν εἶναι προηγμένον διὰ τὸ τὴν μεγίστην ἀξίαν αὐτὰ ἔχειν. τὸ δὲ προηγμένον, τὴν δευτέραν χώραν καὶ ἀξίαν ἔχον, συνεργίζειν πῶς τῇ τῶν ἀγαθῶν φύσει· οὐδὲ γὰρ ἐν αὐλῇ τῶν προηγμένων εἶναι τὸν βασιλέα, ἀλλὰ τοὺς μετ᾽ αὐτὸν τεταγμένους. προηγμένα δὲ λέγεσθαι οὐ τῷ πρὸς εὐδαιμονίαν τινὰ συμβάλλεσθαι συνεργεῖν τε πρὸς αὐτήν, ἀλλὰ τῷ ἀναγκαῖον εἶναι τούτων τὴν ἐκλογὴν ποιεῖσθαι παρὰ τὰ ἀποπροηγμένα. —Plut. de Sto. Rep. 30, 1.