Ancient Greek
110.4
Zeno Phil., Testimonia Et Fragmenta 110.4
Unproofread scanNot analysed yet
κεῖνος μὲν πανάριστος ὅς εὖ εἰπόντι πείθηται· ἔσθλὸς δ’ αὖ κάκεινος ὅς αὐτῷ πάντα νοήση, τῇ εὐπειθείᾳ τὰ πρώτη διδούς, τῇ φρονήσει δὲ τὰ δευτερεῖα. —Diogenes Laërt. VII 25, 26. τοὺς τε Ἡσιόδου στίχους μεταγράφειν οὕτω (seq. versus). χρεῖστον γὰρ εἶναι τὸν ἀκούσαι καλῶς δυνάμενον τὸ λεγόμενον καὶ χρήσθαι αὐτῷ τοῦ δι’ αὐτοῦ τὸ πᾶν συννοήσαντος. τῷ μὲν γὰρ εἶναι μόνον τὸ συννεῖναι, τῷ δ’ εὖ πεισθέντι προσεῖναι καὶ τὴν πρᾶξιν. —Themistius Or. VIII 108 C. ἐμοὶ δὲ καὶ Ζήνων ὁ Κιτιεὺς λᾶν ἀρεστὸς τὴν εὐπειθείαν ἀποφηνάμενος τῆς ἀρχινοίας ἀρετὴν εἶναι βασιλικωτέραν καὶ τὴν τάξιν τὴν Ἡσιόδου μεταθεὶς κ. τ. λ. —id. Or. XIII 171 D Hard. ὀρθῶς γὰρ ὑπελάμβανε Ζήνων ὁ Κιτιεὺς βασιλικωτέραν εἶναι τῆς ἀρχινοίας τὴν εὐπειθείαν.