Ancient Greek
111.1
Zeno Phil., Testimonia Et Fragmenta 111.1
Unproofread scanNot analysed yet
πάντα τρόπον ἐπιμελεῖται καὶ θεραπεύει· πολὺ δὲ μᾶλλον ἄνθρωποι τοῖς ὠφελίμοις πεφύκασι χαρίζεσθαι καὶ περὶ τοὺς τοιοῦτους μάλιστα σπουδάζειν. καὶ θαυμαστὸν οὐδέν. καὶ γὰρ καὶ τῶν μερῶν τοῦ σώματος ἐκείνων ἐπιμελούμεθα μᾶλλον, ἅπερ ὠφελιμώτερα ἑαυτοῖς πρὸς τὴν ὑπηρεσίαν νομίζομεν εἶναι. ὅθεν ὁμοίως, ὅφ’ ὧν εὖ πάσχειν ἀξιοῦμεν, ὠφελίμους αὐτοῖς ἔχοις, ἀλλὰ μὴ τοῖς λόγοις εἶναι δεῖ. οὐδὲ γὰρ ἡ ἑλαία τῷ θεραπεύοντι αὐτὴν ἐπαγγέλλεται, ἀλλ’ ἐκφέρουσα πολλοὺς τε καὶ καλοὺς καρποὺς ἐπεισεν ἑαυτῆς ἐπιμελεῖσθαι μᾶλλον.