Ancient Greek
111.5
Zeno Phil., Testimonia Et Fragmenta 111.5
Unproofread scanNot analysed yet
239 Athenaeus VI 233B. C. Ζήνων δὲ ὁ ἀπὸ τῆς Στοᾶς πάντα τᾶλλα πλὴν τοῦ νομίμως αὐτοῖς (scil. auro et argento) καὶ καλῶς χρῆσθαι νομίζας ἀδιάφορα, τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπῶν, τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ ἀπερίττων προηγουμενῶς ποιεῖσθαι προστάσσων· ὅπως ἀδεῖ καὶ ἀθάναστον πρὸς τᾶλλα τὴν διάθεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι, ὅσα μήτε καλὰ ἐστὶ μήτε αἰσχρά, τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρώνται, τῶν δ’ ἐναντίων μηδὲν ὅλως δεδωικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχονται.