Ancient Greek
111.6 to 112.25
Zeno Phil., Testimonia Et Fragmenta 111.6-112.25
Unproofread scanNot analysed yet
240 Stobaeus Floril. VI 20 (Vol. I p. 285 Hense). ὁ Ζήνων ἠτιᾶτο τοὺς πλείστους λέγων ,,ἐξὸν ἀπὸ τῶν πόνων τὰς ἡδονὰς φέρειν, ἀπὸ τῶν μαγειρείων λαμβάνουσιν. “241 Clemens Alex. Strom. II 20 125 P. p. 494, S. p. 178. καλῶς ὁ Ζήνων ἐπὶ τῶν ’Ινδῶν ἔλεγεν ἕνα ’Ινδὸν παροπτάμενον ἐθέλειν ἰδεῖν ἢ πάσας τὰς περὶ πόνον ἀποδείξεις μαθεῖν. 242 Athenaeus XIII 565 D. ὁ δὲ σοφὸς ἐκεῖνος Ζήνων, ὡς φησιν Ἀντίγονος ὁ Καρύστιος, προμαντευόμενος ὑμῶν, ὡς τὸ εἰκός, περὶ τοῦ βίου καὶ τῆς προσοιητοῦ ἐπιτηδεύσεως, ἔφη ὡς οἱ παρακοῦσαντες αὐτοῦ τῶν λόγων καὶ μὴ συνέντες ἔσονται ὀνπαροὶ καὶ ἀνελεύθεροι· καθάπερ οἱ τῆς Ἀριστίππου παρνενηχθέντες αἱρέσεως ἄσωτοι καὶ θρασεῖς. Hense). εὖ γὰρ εἴρηται, ἔφη, τὸ τοῦ Ζήνωνος ὅτι τούτου ἕνεκα καρ- τέου, οὐ καὶ κομητέου, τοῦ κατὰ φύσιν, ἵνα μὴ βαρούμενος τις ὑπὸ τῆς κόμης μηδ’ ἐνοχλούμενος ἢ πρὸς μηδεμίαν ἐνέργειαν. οἱ τὰ τοῦ Κιτιέως Ζήνωνος φιλοσοφοῦντες . . . διὰ τὸ κοινωνικόν καὶ παρὰ φύσιν εἶναι τῷ λογικῷ ζῷῳ νοθεύειν τὴν ὑπὸ τῶν νόμων ἑτέρῳ προ καταληφθεῖσαν γυναῖκα καὶ φθεῖρειν τὸν ἄλλον ἄνθρωπον οἶκον. κοσμιότητι χρῆσθαι ἐν πορείᾳ καὶ σχήματι καὶ περιβολῇ. συνεχὲς τε προεφθέγχετο τοὺς ἐπὶ τοῦ Καπανέως Εὐριπίδου στίχους (Suppl. v. 861sq.) ὅτι βίος μὲν ἦν αὐτῷ, ἥκιστα δ’ ὀλβῷ γαῦρος ἦν, φρόνημα δὲ οὐδὲν τι μείζον εἶχεν ἢ πένυς ἄνηρ. Κιτιεύς ἔοικε Ζῆνῶν εἰκόνα νεανίου καὶ οὕτως αὐτὸν ἀνθρωποτυχεῖν· ἔστω, φησί, καθαρὸν τὸ πρόσωπον, ὄφρὸς μὴ καθειμένη, μηδ’ ὕμα ἀναπεπταμένον μηδὲ διακεκλασμένον, μὴ ὕπσιος ὁ τράχηλος, μηδ’ ἀνιέμενα τὰ τοῦ σώματος μέλη, ἀλλὰ [τὰ] μετέωρα ἐντόνοις ὁμοια· ὀρθὸς νοῦς πρὸς τὸν λόγον, ὀξύτης καὶ κατοκωχὴ τῶν ὀρθῶς εἰρημένων, καὶ σχηματισμοὶ καὶ κινήσεις μηδὲν ἐνδιδοῦσαι τοῖς ἀκολάστοις ἐλπίδος. αἰδῶς μὲν ἐπανθεῖτω καὶ ἀρρενωπία· ἀπέστω δὲ καὶ ὁ ἀπὸ τῶν μυροπωλίων καὶ χρυσοχοείων καὶ ἐριοπωλίων ἄλυσ καὶ ὁ ἀπὸ τῶν ἄλλων ἐργαστηρίων, ἐνθα καὶ ἐταιρικῶς πεκοσμη- μένοι, ὥσπερ ἐπὶ τέργους καθεζόμενοι, διημερεύουσιν.