Ancient Greek
115.2
Zeno Phil., Testimonia Et Fragmenta 115.2
Unproofread scanNot analysed yet
263 Athenaeus XIII 561 C. Ποντιανὸς δὲ Ζήνων ἔφη τὸν Κιτιέα ὑπολαμβάνειν τὸν Ἕρωτα θεὸν εἶναι φιλίας καὶ ἐλευθερίας, ἐπὶ δὲ καὶ ὁμονοίας παρασκευαστικόν, ἄλλου δ’ οὐδενός. διὸ καὶ ἐν τῇ 15 πολιτείᾳ ἔφη „τὸν Ἕρωτα θεὸν εἶναι, συνεργὸν ὑπάρχοντα πρὸς τὴν τῆς πόλεως σωτηρίαν. “—Plutarchus vit. Lycurg. 31. οὐ μὴν τοῦτό γε τῷ Λυκοῦργῳ κεφάλαιον ἢν τότε, πλεῖστων ἠγουμένην ἀπολιπεῖν τὴν πόλιν, ἀλλ’ ὥσπερ ἑνὸς ἀνδρὸς βίῳ καὶ πόλεως ὅλης νομίζων εὐδαιμονίαν ἀπ’ ἀρετῆς ἐγγίνεσθαι καὶ ὁμονοίας τῆς πρὸς 20 αὐτήν, πρὸς τοῦτο συνέταξε καὶ συνήρμοσεν, ὅπως ἐλευθέριοι καὶ αὐτάρχεις γενόμενοι καὶ σωφρονοῦντες ἐπὶ πλεῖστον χρόνον διατελῶσι. ταύτην καὶ Πλάτων ἔλαβε τῆς Πολιτείας ὑπόθεσιν καὶ Διογένης καὶ Ζήνων κ. τ. λ.