Ancient Greek
115.3
Zeno Phil., Testimonia Et Fragmenta 115.3
Unproofread scanNot analysed yet
264 Clemens Alex. Strom. V 12, 76 p. 691 P. λέγει δὲ καὶ Ζή- 25 νων, ὁ τῆς Στωικῆς κτίστης αἱρέσεως, ἐν τῇ τῆς πολιτείας βιβλίῳ μήτε ναοὺς δεῖν ποιεῖν μήτε ἀγάλματα· μηδὲν γὰρ εἶναι τῶν θεῶν ἀξίων κατασκευάσμα, καὶ γράφειν οὐ δέδιεν αὐταῖς λέξεσι τάδε· ἱερὰ τε οἰκοδομεῖν οὐδὲν δεήσει· ἱερὸν γὰρ μὴ πολλοῦ ἀξίων καὶ ἄγιον οὐδὲν χρη νομίζειν· οὐδὲν δὲ πολλοῦ ἀξίων καὶ ἄγιον 30 οἰκοδόμων ἔργον καὶ βαναύσων. —Plutarchus de Stoic. rep. cp. 6, 1 p. 1034b. ἐπὶ δόγμα Ζήνωνος ἔστιν· ἱερὰ θεῶν μὴ οἰκοδομεῖν· ἱερὸν γὰρ μὴ πολλοῦ ἀξίων καὶ ἄγιον οὐκ ἔστιν· οἰκοδόμων δ’ ἔργον καὶ βαναύσων οὐδὲν ἔστι πολλοῦ ἀξίων. —Theodoretus Gr. Aff. Cur. III 74 p. 89, 7 Ra. ταῦτα συνορῶν καὶ Ζήνων ὁ Κιτιεύς 35 ἐν τῷ τῆς Πολιτείας ἀπαγορεύει βιβλίῳ καὶ ναοὺς οἰκοδομεῖν καὶ ἀγάλματα τεκταίνειν· οὐδὲν γὰρ εἶναι τούτων φησὶν θεῶν ἀξίων