Ancient Greek
58.32 to 58.34
Zeno Phil., Testimonia Et Fragmenta 58.32-34
Unproofread scanNot analysed yet
35 τῶν γὰρ εἰς τὴν ἐπισκευὴν τοῦ λουτρῶνος συμβαλλομένων εἰς ὧν καὶ ἀναγραφόμενος ἐν τῇ στήλῃ „Ζήνωνος τοῦ φιλοσόφου“ ἠξίωσε καὶ τὸ Κιτιεὺς προστεθῆναι. Ποιήσας δὲ ποτε κοῖλον ἐπίθημα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἑτοίμην τῶν ἀναγκαίων ἂν ἔχοι Κράτης ὁ διδάσκαλος. φασὶ δ᾽ αὐτὸν ὑπὲρ χίλια τάλαντα ἔχοντα ἐλθεῖν εἰς τὴν Ἑλλάδα καὶ ταῦτα δανείζειν ναυτικῶς.