Ancient Greek
59.2
Zeno Phil., Testimonia Et Fragmenta 59.2
Unproofread scanNot analysed yet
Ἡσθιε δὲ ἄρτίδια καὶ μέλι καὶ ὀλίγον εὐώδους οἴναρίον ἔπινε. παιδαρίοις τε ἔχρητο σπανίως, ἅπαξ ἢ δις που παιδισκαρίῳ τινί, ἵνα μὴ δοκοῖν μισογύνης εἶναι, σὺν τε Περσαίῳ τὴν αὐτὴν οἰκίαν ὤκει· καὶ αὐτοῦ ἀλητρίδιον εἰσαγαγόντος πρὸς αὐτόν, σπάσας πρὸς τὸν Περσαῖον αὐτὸ ἀπήγαγεν. ἦν τε, φασίν, εὐσυμπερίφορος, ὡς πολλάκις Ἀντίγονον τὸν βασιλέα ἐπικωμάσαι αὐτῷ καὶ πρὸς Ἀριστοκλέα τὸν κιθαρωδὸν ἅμα αὐτῷ ἐλθεῖν ἐπὶ κῶμον, εἶτα μέντοι ὑποδύναι.