Ancient Greek
59.5
Zeno Phil., Testimonia Et Fragmenta 59.5
Unproofread scanNot analysed yet
Ἦν δὲ καὶ ζητητικὸς καὶ περὶ πάντων ἀκριβολογούμενος, ὅθεν καὶ ὁ Τίμων ἐν τοῖς Σίλλοις φησὶν οὕτω (fr. VIII). ἐπιμελῶς δὲ καὶ πρὸς Φίλωνα τὸν διαλεκτικὸν διεκρίνετο καὶ συνεσχόλαζεν αὐτῷ· ὅθεν καὶ θαυμασθήναι ὑπὸ Ζήνωνος τοῦ νεωτέρου οὐχ ἧττον Λιοδώρου τοῦ διδασκάλου αὐτοῦ. ἦσαν δὲ περὶ αὐτὸν καὶ γυμνορῦπαχοί τινες, ὡς φησι καὶ ὁ Τίμων· (fr. XX). αὐτὸν δὲ στυγνόν τε εἶναι καὶ πικρόν· καὶ τὸ πρόσωπον συνεσπασμένον ἦν· εὔτελής τε σφόδρα καὶ βαρβαρικῆς ἔχων μῖκρολογίας, προσχήματι οἰκονομίας. εἰ δέ τινα