Ancient Greek
59.4
Zeno Phil., Testimonia Et Fragmenta 59.4
Unproofread scanNot analysed yet
Δημοχάρους δὲ τοῦ Λάχητος ἀσπαζομένου αὐτὸν καὶ φάσκοντος λέγειν καὶ γράφειν ὅν ἂν χρείαν ἔχῃ πρὸς Ἀντίγονον, ὡς ἐκεῖνον πάντα παρέχοντος, ἀκούσας οὐκέτ᾽ αὐτῷ συνδιέτριψε. λέγεται δὲ καὶ μετὰ τὴν τελευτὴν τοῦ Ζήνωνος εἰπεῖν τὸν Ἀντίγονον, οἷον εἴη θεάτρον ἀπολωλεκώς. ὅθεν καὶ διὰ Θράσωνος πρεσβευτοῦ παρὰ τῶν Ἀθηναίων ἤτησεν αὐτῷ τὴν ἐν Κεραμεικῷ ταφὴν. ἐρωτηθεὶς δέ, διὰ τί θαυμάζει αὐτόν, „ὅτι, ἔφη, πολλῶν καὶ μεγάλων αὐτῷ διδομένων ὑπ᾽ ἐμοῦ οὐδεπώποτε ἐχανυόθη οὐδὲ ταπεινὸς ὤφθη. “