Ancient Greek
65.2
Zeno Phil., Testimonia Et Fragmenta 65.2
Unproofread scanNot analysed yet
27 Plutarchus de Stoic. repugn. cp. 2 p. 1033b. ἐπεὶ τοίνυν πολλὰ μὲν ὡς ἐν οὐλίγοις αὐτῷ Ζήνωνι, πολλὰ δὲ Κλεάνθει, πλεῖστα δὲ Χρυσίππῳ γεγραμμένα τυγχάνει περὶ πολιτείας καὶ τοῦ ἄρχεσθαι καὶ ἄρχειν καὶ δικάζειν καὶ ῥητορεύειν· ἐν δὲ τοῖς βίοις οὐδενὸς ἐστιν εὑρεῖν οὐ στρατηγίαν, οὐ νομοθεσίαν, οὐ πᾶροδον εἰς βουλήν, οὐ συνηγορίαν ἐπὶ δικαστῶν, οὐ στρατείαν ὑπὲρ πατρίδος, οὐ πρεσβείαν, οὐκ ἐπίδοσιν· ἀλλ’ ἐπὶ ξένης ὥσπερ τινὸς λωτοῦ γευσάμενοι σχολῆς τὸν πάντα βίον οὐ βραχὺν ἀλλὰ παμμήκη γενόμενον διήγαγον ἐν λό-γοις καὶ βιβλίοις καὶ περιπάτοις· οὐκ ἄδηλον ὅτι τοῖς ὑφ’ ἑτέρων γραφομένοις καὶ λεγομένοις μᾶλλον ἢ τοῖς ὑφ’ αὐτῶν ὁμολογουμένως ἐξησαν. p. 1033e. τίς οὖν μᾶλλον ἐν τῷ σχολαστικῷ βίῳ τούτῳ κατε-γύησεν ἢ Χρύσιππος καὶ Κλεάνθης καὶ Λιογένης καὶ Ζήνων καὶ Ἀντίπατρος, οἳ γε καὶ τὰς αὐτῶν κατέλιπον πατρίδας, οὐδὲν ἐγκα-λοῦντες ἀλλ’ ὅπως καθ’ ἡσυχίαν ἐν τῷ Ῥιδείῳ καὶ ἐπὶ Ζωστίρῳ σχολά-ζοντες καὶ φιλολογοῦντες διάγωσιν;