Ancient Greek
65.3
Zeno Phil., Testimonia Et Fragmenta 65.3
Unproofread scanNot analysed yet
28 Dio Chrysost. or. XLVII §2 (V. II p. 81, 2 Arn.) ὡς ἐγὼ πρό-τερον μὲν ἐθαύμαζον τῶν φιλοσόφων τοὺς καταλιπόντας μὲν τὰς αὐ-τῶν πατρίδας οὐδενὸς ἀναγκαζόντος, παρ’ ἄλλοις δὲ ζῆν ἐλομένους, καὶ ταῦτα ἀποφαινομένους αὐτοὺς ὅτι δεῖ τὴν πατρίδα τιμᾶν καὶ περὶ πλεῖστον ποιεῖσθαι καὶ ὅτι πράττειν τὰ κοινὰ καὶ πολιτεύεσθαι τῷ ἀνθρώπῳ κατὰ φύσιν ἐστίν. λέγω δὲ τὸν Ζήνωνα, τὸν Χρύσιππον, τὸν Κλεάνθην, ὧν οὐδεὶς οἴκοι ἔμεινε ταῦτα λεγόντων.