Ancient Greek
81.2
Zeno Phil., Testimonia Et Fragmenta 81.2
Unproofread scanNot analysed yet
98 Aristocles (ἀπὸ τοῦ ξ' περὶ φιλοσοφίας) apud Eusebium praep. evang. XV p. 816d. (Περὶ τῆς τῶν Στωικῶν φιλοσοφίας ὅπως τε ὁ 10 Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον). Στοιχεῖον εἶναι φασὶ τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος, τούτου δ' ἀρχὰς ὕλην καὶ θεόν, ὡς Πλάτων. ἀλλ' οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιῶν καὶ τὸ πάσχον, ἐκεῖνον τὸ πρῶτον ποιῶν αἴτιον ἀσώματον εἶναι λέγοντος. ἔπειτα δὲ καὶ κατὰ τινὰς εἰμαρμένους χρόνους ἐκπυ- 15 ροῦσθαι τὸν σύμπαντα κόσμον, εἴτ' αὖθις πάλιν διακοσμεῖσθαι. τὸ μέντοι πρῶτον πῦρ εἶναι καθαιρεῖ τι σπέρμα, τῶν ἀπάντων ἔχον τοὺς λόγους καὶ τὰς αἰτίας τῶν γεγοτότων καὶ τῶν γεγομένων καὶ τῶν ἐσομένων· τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν εἰμαρμένην καὶ ἐπιστήμην καὶ ἀλήθειαν καὶ νόμον εἶναι τῶν 20 ὄντων ἀδιάδραστόν τινα καὶ ἄφνικτον. ταύτῃ δὲ πάντα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον ὑπέφεν, καθάπερ ἐν εὐνομωτάτῃ τινὶ πολιτείᾳ.