Ancient Greek
81.3
Zeno Phil., Testimonia Et Fragmenta 81.3
Unproofread scanNot analysed yet
99 Stobaeus Ecl. I 19,4 p. 166,4 W. (Arii Didymi fr. phys. 23 Diels). Ζήνωνος. τῶν δ' ἐν τῷ κόσμῳ πάντων τῶν κατ' ἰδίαν ἐξιν 25 συνεστῶτων τὰ μέρη τὴν φορὰν ἔχειν εἰς τὸ τοῦ ὅλου μέσον, ὁμοίως δὲ καὶ αὐτοῦ τοῦ κόσμου· διόπερ ὀρθῶς λέγεσθαι πάντα τὰ μέρη τοῦ κόσμου ἐπὶ τὸ μέσον τοῦ κόσμου τὴν φορὰν ἔχειν, μάλιστα δὲ τὰ βάρους ἔχοντα. ταύτῳ δ' αἴτιον εἶναι καὶ τῆς τοῦ κόσμου μονῆς ἐν ἀπειρῷ κενῷ καὶ τῆς γῆς παραπλησίως ἐν τῷ κόσμῳ, περὶ τὸ τοῦτον 30 κέντρον καθιδρυμένης ἰσοκρατῶς. οὐ πάντως δὲ σῶμα βάρους ἔχειν, ἀλλ' ἀβαρὴ εἶναι ἄερα καὶ πῦρ· τελευτᾶν δὲ καὶ ταῦτά πως ἐπὶ τὸ τῆς ὅλης σφαῖρας τοῦ κόσμου μέσον, τὴν δὲ σύστασιν πρὸς τὴν περιφέρειαν αὐτοῦ ποιεῖσθαι· φύσει γὰρ ἀνώφοιτα ταῦτ' εἶναι διὰ τὸ μηδενὸς μετέχειν βάρους. παραπλησίως δὲ τούτοις οὐδ' αὐτὸν φασὶ τὸν 35 κόσμον βάρους ἔχειν διὰ τὸ τὴν ὅλην αὐτοῦ σύστασιν ἐκ τε τῶν βάρους