Ancient Greek
82.1 to 82.27
Zeno Phil., Testimonia Et Fragmenta 82.1-27
Unproofread scanNot analysed yet
ἔχοντων στοιχείων εἶναι καὶ ἐκ τῶν ἄβαρων. τὴν δ᾽ ὅλην γῆν καθ᾽ ἑαυτὴν μὲν ἔχειν ἀρέσκει βάρος, παρὰ δὲ τὴν θέσιν διὰ τὸ τὴν μέσην ἔχειν χώραν, πρὸς δὲ τὸ μέσον εἶναι τὴν φοράν τοῖς τοιούτοις σώμασιν, ἐπὶ τοῦ τόπου τούτου μένειν. νων φησι τοὺς Τιτᾶνας διὰ παντὸς εἰρήσθαι τὰ στοιχεῖα τοῦ κόσμου. Κοῖον γὰρ λέγει τὴν ποιότητα κατὰ τροπὴν Ἀιολικὴν τοῦ π πρὸς τὸ κ, Κρεῖον δὲ τὸ βασιλικὸν καὶ ἡγεμονικόν, Ὑπερίονα δὲ τὴν ἄνω κίνησιν ἀπὸ τοῦ ὑπεράνω εἶναι. ἐπεὶ δὲ φύσιν ἔχει πάντα τὰ κούφᾳ ἀφιέμενα πίπτειν ἄνω, τὸ τοιοῦτον μέρος Ἰάπετον ἐκάλεσε. περίγειον φῶς κατ᾽ εὐθεῖαν, τὸ δ᾽ αἰθέριον περιφερόως κινεῖται. Ζήνωνα δὲ οὕτως ἀποφαίνεσθαι διαφώνησιν τοιαύτην δὲ δεῖξαι εἶναι ἐν περιόδῳ τὴν τοῦ ὅλου διακόσμησιν ἐκ τῆς οὐσίας, ὅταν ἐκ πυρὸς τροπὴ εἰς ὕδωρ δι᾽ ἀέρος γένηται, τὸ μὲν τι ὑφίστασθαι καὶ γῆν συνίστασθαι, [καὶ] ἐκ τοῦ λοιποῦ δὲ τὸ μὲν διαμένειν ὕδωρ, ἐκ δὲ τοῦ ἀτμιζομένου ἀέρα γίνεσθαι, ἐκ τινὸς δὲ τοῦ ἀέρος πῦρ ἐξάπτεσθαι, τὴν δὲ [μῖξιν] κράσιν γίνεσθαι τῇ εἰς ἄλληλα τῶν στοιχείων μεταβολῇ, σώματος ὅλου δι᾽ ὅλου τινὸς ἑτέρου διερχομένου. Diog. Laërt. VII 135, 136. ἐν τε εἶναι θεὸν καὶ νοῦν καὶ εἰμαρ- μένην καὶ Δία πολλαῖς τε ἑτέραις ὀνομασίαις προσονομάζεσθαι. κατ᾽ ἀρχὰς μὲν οὖν καθ᾽ αὑτὸν ὄντα τρέπεται τὴν πᾶσαν οὐσίαν δι᾽ ἀέρος εἰς ὕδωρ· καὶ ὥσπερ ἐν τῇ γονῇ τὸ σπέρμα περιέχεται, οὕτω καὶ τοῦτον σπερματικὸν λόγον ὄντα τοῦ κόσμου, τοιόνδε ὑπολείπεσθαι ἐν τῷ ὕγρῳ, ἐνεργὸν αὐτῷ ποιούντα τὴν ὕλην πρὸς τὴν τῶν ἐξῆς γένεσιν· εἶτα ἀπογεννᾶν πρῶτον τὰ τέσσαρα στοιχεῖα πῦρ, ὕδωρ, ἀέρα, γῆν. λέγει δὲ περὶ αὐτῶν Ζήνων ἐν τῷ περὶ τοῦ ὅλου. —idem VII 142. γίνεσθαι δὲ τὸν κόσμον ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δι᾽ ἀέρος εἰς