Ancient Greek
86.6
Zeno Phil., Testimonia Et Fragmenta 86.6
Unproofread scanNot analysed yet
111 Sextus adv. math. IX 104. καὶ πάλιν ὁ Ζήνων φησίν „[εἰ] τὸ λογικὸν τοῦ μὴ λογικοῦ κρεῖττόν ἐστιν· οὐδὲν δὲ γε κόσμου κρεῖτ-τόν ἐστιν· λογικὸν ἄρα ὁ κόσμος. “καὶ ὡσαύτως ἐπὶ τοῦ νοεροῦ καὶ ἐμψυχίας μετέχοντος. „τὸ γὰρ νοερὸν τοῦ μὴ νοεροῦ καὶ ἐμψυ-χον τοῦ μὴ ἐμψύχου κρεῖττόν ἐστιν· οὐδὲν δὲ γε κόσμου κρεῖττον· νοερὸς ἄρα καὶ ἐμψυχός ἐστιν ὁ κόσμος. “