Ancient Greek
87.1 to 87.4
Zeno Phil., Testimonia Et Fragmenta 87.1-4
Unproofread scanNot analysed yet
113 Sextus adv. math. IX 110. Ζήνων δὲ ὁ Κιτιεύς, ἀπὸ Ξενοφῶντος τὴν ἀφορμὴν λαβών, οὕτωσί συνειωτά· τὸ προιέμενον σπέρμα λογικοῦ καὶ αὐτὸ λογικόν ἐστιν· ὁ δὲ κόσμος προῖεται σπέρμα λογικοῦ· λογικὸν ἄρ’ ἐστὶν ὁ κόσμος. ᾧ συνεισάγεται καὶ ἡ τούτου ὑπαρξις. Cf. Sextus adv. math. IX 85. ἀλλὰ καὶ ἡ τὰς λογικὰς περιέχουσα φύσεις πάντως ἐστὶ λογική· οὐ γὰρ οἷόν τε τὸ ὅλον τοῦ μέρους χείρον εἶναι. 115 Achilles Tat. Isag. in Arat. 5 p. 129e. Ζήνων ὁ Κιτιεύς οὕτως αὐτὸν ὡρίσατο· „οὐρανός ἐστιν αἰθέρος τὸ ἔσχατον· ἐξ οὗ καὶ ἐν ᾧ ἐστὶ πάντα ἐμφανῶς· περιέχει γὰρ πάντα πλην αὐτοῦ· οὐδὲν γὰρ ἐαυτὸ περιέχει, ἀλλ’ ἕτερον ἐστὶ περιεκτικόν. “116 Aëtius II 11,4 (DDG p. 340b 6). Ζήνων πύρινον εἶναι τὸν οὐρανόν. 117 Diogenes Laërt. VII 153. 154. ἀστραπὴν δὲ ἐξαψιν νεφῶν παρατριβομένων ἢ ὀγνυμμένων ὑπὸ πνεύματος, ὡς Ζήνων ἐν τῷ περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατριψεως ἢ