Ancient Greek
88.3
Zeno Phil., Testimonia Et Fragmenta 88.3
Unproofread scanNot analysed yet
119 Diogenes Laërt. VII 145 sq. ἐκλείπειν δὲ τὸν μὲν ἥλιον ἐπιπροσθούσης αὐτῷ σελήνης κατὰ τὸ πρὸς ἡμᾶς μέρος, ὡς Ζήνων ἀναγράφει ἐν τῷ περὶ ὅλου. φαίνεται γὰρ ὑπερχομένη ταῖς συνό-δοις καὶ ἀποκρύπτουσα αὐτὸν καὶ πάλιν παραλλάττουσα. γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης ὕδωρ ἔχούσης. τὴν δὲ σελήνην ἐμπάπτουσαν εἰς τὸ τῆς γῆς σκίασμα. ὅθεν καὶ ταῖς πανσελήνοις ἐκλείπειν μόνας, καίπερ κατὰ διάμετρον ἰσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει ἢ βορειοτέρα ἢ νοτιώτερα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς κατὰ τὸν ἡλιακὸν καὶ τὸν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότε ἐκλείπει.