Ancient Greek
88.4
Zeno Phil., Testimonia Et Fragmenta 88.4
Unproofread scanNot analysed yet
120 Stobaeus Ecl. I 25, 3 p. 213, 15 W. (Arii Didymi fr. phys. 33 Diels). Ζήνων τὸν ἥλιόν φησι καὶ τὴν σελήνην καὶ τῶν ἄλλων ἀστρῶν ἕκαστον εἶναι νοερὸν καὶ φρόνιμον, πύρινον πυρὸς τεχνικοῦ. δύο γὰρ γένη πυρός, τὸ μὲν ἄτεχνον καὶ μεταβάλλον εἰς ἑαυτὸ τὴν τροφήν, τὸ δὲ τεχνικόν, αὐξητικόν τε καὶ τρηητικόν, οἷον ἐν τοῖς φυ-τοῖς ἐστι καὶ ζῴοις, ὃ δὴ φύσις ἐστὶ καὶ ψυχή· τοιούτου δὴ πυρὸς εἶναι τὴν τῶν ἀστρῶν οὐσίαν· τὸν δ’ ἥλιον καὶ τὴν σελήνην δύο φο-ρὰς φέρεσθαι, τὴν μὲν ὑπὸ τοῦ κόσμου ἀπ’ ἀνατολῆς ἐπ’ ἀνατολήν, τὴν δ’ ἐναντίαν τῷ κόσμῳ ζωδίον ἐκ ζωδίου μεταβαίνοντας. τὰς δ’ ἐκλείψεις τούτων γίγεσθαι διαφόρως, ἡλίου μὲν περὶ τὰς συνόδους, σελήνης δὲ περὶ τὰς πανσελήνους· γίγεσθαι δ’ ἐπ’ ἀμφοτέροις τὰς ἐκλείψεις καὶ μείζους καὶ ἐλάττους.