Ancient Greek
1.149.4
Zeno Phil., Testimonia 1.149.4
Unproofread scanNot analysed yet
9. Philostr. V. Apoll. Tyan. VII 2 Z. μὲν τοίνυν ὁ Ἐλεάτης (διαλεκτικῆς δὲ οὗτος δοκεῖ ἀρξαι) τὴν Νέαρχον τοῦ Μυσοῦ [Verwechslung von Elea und Elaias] καταλῶν τυραννίδα ἦλθε καὶ στρεβλωθεὶς τοὺς μὲν ἑαυτοῦ ξυνωμοτὰς ἀπεσιώπησεν, οἱ δ’ ἦσαν τῷ τυράννῳ βέβαιοι διαβαλῶν τούτους ὡς οὐ βεβίους, οἱ μὲν ὡς ἐπ’ ἀληθείαις ταῖς αἰτίαις ἀπέθανον, ὁ δ’ ἐλεύθερα τὰ Μυσῶν ἤγαγε τὴν τυραννίδα περὶ ἑαυτῆς σφῆλας.