Ancient Greek
1.149.5 to 1.149.6
Zeno Phil., Testimonia 1.149.5-6
Unproofread scanNot analysed yet
10. Laert. Diog. VIII 57 [vgl. A 1, S. 130, 12] Ἀριστοτέλης δ’ ἐν τῷ Σοφιστῇ [fr. 65] φησι πρῶτον Ἐμπεδοκλέα ῥητορικὴν εὑρεῖν, Ζήνωνα δὲ διαλεκτικήν. Sext. adv. math. VII 6 Παρμενίδης δὲ οὐκ ἂν δόξαι τῆς διαλεκτικῆς ἀπειρῶς ἔχειν, ἐπείπερ πάλιν Ἀριστοτέλης τὸν γνώριμον αὐτοῦ Ζήνωνα διαλεκτικῆς ἀρχηγὸν ὑπέληφεν. 11. Plato Parm. 127 B ἐφη δὲ δή ὁ Ἀντιφῶν λέγειν τὸν Πυθόδωρον ὅτι ἀφίκοιντό ποτε εἰς Παναθηναῖα τὰ μεγάλα Ζήνων τε καὶ Παρμενίδης. τὸν μὲν οὖν Παρμενίδην εὖ μᾶλα ἤδη πρεσβύτην εἶναι, σφόδρα πολίον, καλὸν δὲ