Ancient Greek
2.24 to 2.32
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.24-32
Not analysed yet
Ἅ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: αὕτη λέλεκται ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν προαιρουμένων. Μετενήνεκται δὲ ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις, ἐν ᾧ ἔχρησε τότε ὁ θεὸς ἀπολεῖσθαι τοὺς Λακεδαιμονίους, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσι. Μέμνηται τοῦ χρησμοῦ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττονα τοῖς ἥττοσι διὰ σμικρὰν ὁμοιότητα ἡ παροιμία εἴρηται· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συγκρίνοι. Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐλλείπει τὸ καθ’ ἑαυτούς. Λέγει δὲ Δοῦρις ὅτι ὅταν καθ’ ἑαυτοὺς συλλεγέντες τινὲς πράττωσί τι, ἐπιλέγουσιν ἑαυτοῖς, Ἀττικοὶ τὰ Ἐλευσίνια. Αὐτῷ μελητέον, ἀλλ’ ἐπὶ τὸν οἶκον: μέμνηται αὐτῆς Ἀριστοφάνης ἐν Γεωργοῖς, καὶ Πλάτων ὁ κωμικός. Ἦν δὲ οὗτος ὁ οἶκος μέγας εἰς ὑποδοχὴν μισθουμένων. Ἀττικὸς πάροικος: Δοῦρις [καὶ] περὶ αὐτῆς λέγει, ὅτι ἐπειδὴ Ἀθηναῖοι τοὺς περιοικοῦντας αὐτοῖς καὶ γειτνιῶντας ἐξέβαλον, ἡ παροιμία ἐκράτησε. Κρατερὸς δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι. Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον κἀκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν. Αὐτοὶ χελώνας ἔσθεθ’ οἵπερ εἵλετε: ἁλιεῖς ποτε χελώνας ἀνασπάσαντες διὰ τῶν δικτύων, διένειμον τοῖς παριοῦσιν. Οἱ δὲ μὴ βουλόμενοι λαμβάνειν εἶπον τοῖς ἁλιεῦσιν, Αὐτοὶ χελώνας ἐσθίετε, οἵπερ εἵλετε. Ὅθεν εἰς παροιμίαν ὁ λόγος περιέστη. Ἀσπένδιος κιθαριστής; Ζήνων ὁ Μύνδιος ἐπὶ τῶν φιλοχρημάτων φησὶ τετάχθαι τὴν παροιμίαν, λέγων· Καθάπερ οἱ Ἀσπένδιοι τῶν κιθαριστῶν οὐδεμίαν φορὰν ἔξω φέρουσι, πάσας δὲ ἐν τῷ ὀργάνῳ, οὕτως καὶ ὁ φιλοχρήματος οὐδὲν τῶν πέλας ἕνεκα οἰκονομεῖ, ἕλκει δὲ ἐφ’ ἑαυτὸν πάντα. Αὐτῷ κανῷ: αὕτη τάττεται κατὰ τῶν ἄρδην ὁτιοῦν λυμαινομένων, Φησὶ γὰρ ὁ Δίδυμος ὅτι τὰ δεῖπνα ἐπὶ κανῶν ἐκομίζετο. Καθάπερ ἐν Γρυψὶ λέγει καὶ Πλάτων· Ἀνηρπάκασ’ ἁπαξάπαντ’ αὐτῷ κανῷ. Ἀφύα πῦρ: ἐπὶ τῶν τὸ τέλος ὀξὺ λαμβανόντων ἡ παροιμία, παρόσον καὶ τὴν ἀφύαν τάχιστα ἕψεσθαι συμβαίνει μόνον ἰδοῦσαν τὸ πῦρ.