Ancient Greek
2.33 to 2.42
Zenobius Sophista, Ἐπιτομὴ ἐκ τῶν Ταρραίου καὶ Διδύμου παροιμιῶν συντεθεῖσα κατὰ στοιχεῖον 2.33-42
Not analysed yet
Ἀφ’ ἵππων ἐπ’ ὄνους: τὴν παροιμίαν ταύτην ἐροῦμεν ἐπὶ τῶν ἀπὸ τῶν σεμνῶν ἐπὶ τὰ ἄσεμνα ἡκόντων· οἷον ἀπὸ γραμματικῶν ἐπὶ πραγματικὰ, ἢ εἰς ἄλλο τι τῶν ἀτιμοτάτων, Ἀτρέως ὄμματα: οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται ἀπὸ τῆς Ἀτρέως παρανομίας, ὃς ὑπονοήσας ἐκ διαβολῆς τὸν ἀδελφὸν Θυέστην μοιχεύειν Ἀερόπην τὴν γυναῖκα αὐτοῦ, τὰ τέκνα τοῦ Θυέστου συγκόψας καὶ ἑψήσας, δειπνοῦντι παρέθηκε τῷ πατρὶ, αἴσθησιν παρασχὼν τῆς συμφορᾶς ἐκ τοῦ τελευταῖα τὰ ἄκρα παραθεῖναι. Ἄφωνος Ἱππαρχίων: κατὰ τοὺς προπάτορας ἡμῶν δύο κιθαρῳδοὶ διάσημοι ἐγένοντο, Ἱππαρχίων καὶ Ῥουφῖνός. Καὶ δὴ ἀγῶνος ἐνστάντος πενταετηρικοῦ ἀγομένου ἐν Ἡλιουπόλει κατὰ τὸ ἔθος, Ἱππαρχίων ἀχανὴς ἔστη ταραχῇ τῇ περὶ τὸ θέατρον. Ἄρκτου παρούσης, ἴχνη μὴ ζήτει: ἐπὶ τῶν δειλῶν κυνηγῶν εἴρηται ἡ παροιμία. Μέμνηται δὲ αὐτῆς Βακχυλίδης ἐν Παιᾶσιν. Ἄιδεις ὥς περ εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ἀφροντίστου καὶ φιληδονοῦντος. Εὐχερὴς γὰρ ὁ πρὸς τὴν Δῆλον πλοῦς, καὶ οἱ ἐκεῖσε καταίροντες ἀφροντίστως πλέοντες ᾖδον. Ἀετοῦ γῆρας; κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ παντὸς νεάζοντος ὄρνιθος. Λέγεται δὲ τὸν βίον ἀετὸς καταστρέφεσθαι, τῆς καμπῆς τοῦ ἄνω χείλους πρὸς τὸ κάτω συγκαμψάσης. Ἀράβιος αὐλητής: φασὶ τοὺς Ἀραβίους ἐν ταῖς νυκτεριναῖς φυλακαῖς κεχρῆσθαι αὐλῷ ἐπιμήκει· τὸν δὲ αὐλὸν τοῦτον διαδέχεσθαι ἄλλον ἀπ’ ἄλλου, καὶ αὐλεῖν πῦρ ἀνακαίοντας ἄχρις ἂν γένηται ἡμέρα. Ἅλις δρυός: ἐπὶ τῶν ἐκ φαυλοτέρας διαίτης ἐρχομένων ἐπὶ βελτίονα εἴρηται ἡ παροιμία. Ἐπειδὴ τὸ ἀρχαῖον οἱ ἄνθρωποι βαλάνοις δρυὸς τρεφόμενοι, ὕστερον εὑρεθεῖσι τῆς Δήμητρος καρποῖς ἐχρήσαντο. Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν συνεχῶς αἰτούντων ἢ παρὰ τῶν αὐτῶν δανειζομένων εἴρηται ἡ παροιμία. Ἐπεὶ βαλάνοις ἔζων τὸ πρὶν οἱ ἄνθρωποι· καὶ Βαλανιστὰς ἐκάλουν τοὺς μισθῷ τὸν καρπὸν τοῦτον συλλέγοντας. Πρὸς τοίνυν τοὺς τῆς συλλογῆς ἤδη πεπληρωμένης περισκοποῦντας εἴτινες εἶεν ἐν τῇ δρυῒ βάλανοι, οἱ παριόντες ἔλεγον σκώπτοντες, Ἄλλην δρῦν βαλάνιζε. Ἀεί τις ἐν Κύδωνος: ἐπὶ τῶν φιλοξένων, καὶ πρὸς ὑποδοχὴν ἑτοίμων· παρόσον ὁ Κορίνθιος Κύδων φιλοξενώτατος ἐγένετο.