Ancient Greek
154.1
Zosimus Alchemista, Opera 154.1
Unproofread scanNot analysed yet
ὕδωρ ζύμης χάριν καταφθεῖραι τῷ ὁμοίῳ τὸ ὅμοιον τοῦ μέλλοντος βάπτεσθαι σώματος, εἴτε ἀργύρου, εἴτε χρυσοῦ. Ἐὰν ἄργυρον ἐθέλῃς βάπτειν, ἀργύρου πέταλα συσσήπτει · ἐὰν χρυσόν, χρυσοῦ πέταλα · ὁ γὰρ Δημόκριτος· Ἐπίβαλλε, φησίν, χρυσοῦ ὕδωρ κοινοῦ, καὶ βάψεις, καὶ χρυσὸν καὶ καταβάψεις · ὁ γὰρ εἰς ζωμὲς καὶ τὰ ἀμφότερα σήπει κατηγορεῖται. Ζυμοὶ τοίνυν χρή ἐκ τοῦ ὁμοίου τὸ ὕδωρ τοῦ θείου ἢ ἄργυρον, ἢ χρυσόν. Ὡς γὰρ ἡ ζύμη τοῦ ἄρτου, ὀλίγη οὖσα, τοσοῦτον φύραμα ζυμοῖ, οὕτω καὶ τὸ μικρόν ἢ ἀργύρου ἢ χρυσοῦ <διὰ> τοῦ ὄξους ἐστίν.