Ancient Greek
154.2
Zosimus Alchemista, Opera 154.2
Unproofread scanNot analysed yet
δύναμις · μετὰ δὲ τὴν ἐργασίαν τὸ ψιμμίον ὕδατι ὑετίῳ γλυκιζόμενον, καὶ ἐώμενον καταστήναι · τὸ δὲ ὕδωρ ἀπόγει ἀπ’ αὐτοῦ, καὶ εὑρίσκεται πᾶν λευχότατον · καὶ ἡ λιθάργυρος ἡ κοινὴ μολύβδου ἐστιν, θαυμαστὴν δύναμιν ἔχει, κοινωνίαν ποιούμενος τῷ ὄξει · ἡ γὰρ καὶ αὐτὸ ἀσώματον εὑρίσκεται, ἁλμίζομενον δὲ καὶ γλυκιζόμενον, καὶ αὐτὴ λευχοτάτη εὑρίσκεται καὶ πᾶν παρεμφαίνουσα τὸ ψιμμίθιον. Θαυμάζω δὲ καὶ τὸ σηριχὸν πῶς ἐν τῷ πυρὶ ξανθοῦται, καὶ τὸ σανδαράχην δύναμιν ἔχει θαυμαστήν.