Ancient Greek
25.8
Zosimus Alchemista, Opera 25.8
Unproofread scanNot analysed yet
οὶ γὰρ βουλόμενοι ἄνθρωποι ἀρε- βάζονται [διὰ τὸ εἶναι] σώματα 3] Καὶ νῦν δὲ πάλιν διὰ τοῦ λέγειν σιδηρίτην, ὃν καὶ σιδηρίτην χαλοῦσιν οἱ κάτω ἐνσημαινόμενοι · διαγινώσκεται, ἀναφερόμενον ὡς ἔλεγεν · χαλκὸς μόλυβδος ἐτήσιος λίθος. Ὁ γὰρ πυρίτης διὰ περιουσίαν χρώματος, ἧτοι τὸ περισσὸν ἐχαιόμενον, ἧτοι πυρούμενον, τὸν χαλκὸν ὑπαινίττεται · καὶ ὁμοίως τὸ ἀργυρίτης τὴν ἐξυδραργύρωσιν · ἐξυδραργυρούμενος γὰρ ὁ χαλκὸς ἀργυρίτης γίνεται, κατ’ ἐναντίαν τοῦ ἐτησίου, ἥτις ἐστὶν ὑδράργυρος, κατ’ ἐτυμολογίαν τοῦ ὅλου, ἥτις ποιεῖ τὴν μέλλουσαν ἀναφαίνεσθαι χρύσοπτα προσωπακούειν, λέγων «σιδηρίτης »διὰ τὴν ἐκ μολύβδου σύγχρασιν. Συγκρινόμεναι γὰρ αἱ οὐσίαι σιδηρίτην ποιοῦσιν.