Ancient Greek
26.2
Zosimus Alchemista, Opera 26.2
Unproofread scanNot analysed yet
4] Ὁμοίως τί τοῦ σιδήρου καρδίαν; ὅτε δὲ μάλιστα μάξα κλασθῆ ὡς ἐκ τῆς ρεύσεως ταύτης, ῥῆσιν ποιοῦντες πρὸς τὰς ἀναλογίας [ρήσεις], εὑρίσκομεν σαφῆ τὴν θεωρίαν, ὡς κατὰ τὸ κρυπτὸν τοῦτο ὑπεμφαίνει. Καὶ ἐν ἄλλοις ὁ Δημόκριτος λέγει · «Οἰκονόμει δὲ ἄλμη, ἢ ὀξάλμη, ἢ οὖρω ἄλμης, ἢ ἐπ’ ἄμφω · τὸν σύλλογον ἐπάγω, φάσκει, ἢ ὡς ἐπινοεῖς ἐν τῇ γραφῇ, ἢ ὡς ἐπινοεῖται ἡ γραφὴ δυνάμενα καὶ διασκευαζόμενα ἐξ ἑτέρων ὑγρῶν, ἐπείπερ οὐδὲν τούτων διαμένει, ἀλλ’ ἀπόχυται πλύνον τὴν σύνθεσιν (f. 169 v.) κατ ’αὐτοῦ. »