Ancient Greek
3.18.4 to 3.18.5
Zosimus, Historia Nova 3.18.4-5
Not analysed yet
καὶ συνεδόκει τῶν ἔνδον Περσῶν ἕκαστον διὰ μέσου τοῦ στρατεύματος ἀσφαλῶς διαβῆναι, ῥητὸν ἀργύριον καὶ ἱμάτιον ἔχοντα, παραδοθῆναι δὲ τῷ βασιλεῖ τὴν ἀκρόπολιν. οὗ δὴ γεγονότος ἄνδρες ἀφείθησαν πεντακισχίλιοι περί που τὸν ἀριθμόν, δίχα τῶν πλοίοις μικροῖς διὰ τῆς διώρυχος οἵων τε γενομένων διαφυγεῖν. συνεξῆλθε δὲ τῷ πλήθει καὶ Μομόσειρος τούτων ἡγούμενος. τοῦτον δὲ τὸν τρόπον καὶ τῆς ἀκροπόλεως αἱρεθείσης, ἔρευναν οἱ στρατιῶται τῶν ἐναποκειμένων ποιούμενοι σῖτόν τε ἄπλετον εὗρον καὶ ὅπλα παντοῖα καὶ μηχανήματα καὶ ἐπίπλων πλῆθος οὐ μέτριον καὶ τῆς ἄλλης ἀποσκευῆς. τοῦ μὲν οὖν σίτου τὸ πλέον ἐναπετέθη τοῖς πλοίοις εἰς ἀποτροφὴν τοῦ στρατοῦ, μέρος δὲ τούτου καὶ αὐτοὶ πρὸς ἑαυτοὺς διενείμαντο,