Ancient Greek · ~6 min
Section 10
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 10
Not analysed yet
Στὰς δὲ ὁ ἀπόστολος ἤρξατο εὔχεσθαι καὶ λέγειν οὕτως· Ὁ κύριός μου καὶ ὁ θεός μου, ὁ συνοδοιπόρος τῶν αὐτοῦ δούλων, ὁ ὁδηγῶν καὶ εὐθύνων τοὺς εἰς αὐτὸν πιστεύοντας, ἡ καταφυγὴ καὶ ἡ ἀνάπαυσις τῶν τεθλιμμένων, ἡ ἐλπὶς τῶν πενήτων καὶ λυτρωτὴς τῶν αἰχμαλώτων, ὁ ἰατρὸς τῶν ἐν νόσῳ κατακειμένων ψυχῶν καὶ σωτὴρ πάσης κτίσεως, ὁ τὸν κόσμον ζωοποιῶν καὶ τὰς ψυχὰς ἐνδυναμῶν, σὺ ἐπίπλήσσομαι, στασαι τὰ μέλλοντα, ὃς καὶ δι᾽ ἡμῶν τελειοῖς αὐτά· σὺ κύριε ὁ ἀποκαλύπτων μυστήρια ἀπόκρυφα καὶ ἐκφαίνων λόγους ἀπορρήτους ὄντας· σὺ εἶ κύριε ὁ φυτουργὸς τοῦ ἀγαθοῦ δένδρου, καὶ διὰ τῶν σῶν χειρῶν πάντα τὰ ἀγαθὰ ἔργα ἀπογεννᾶται· σὺ εἶ κύριε ὁ ἐν πᾶσιν ὢν καὶ διερχόμενος διὰ πάντων καὶ ἐγκείμενος πᾶσι τοῖς ἔργοις σου καὶ διὰ τῆς πάντων ἐνεργείας φανερούμενος· Ἰησοῦ Χριστὲ ὁ τῆς εὐσπλαγχνίας υἱὸς καὶ τέλειοςσωτήρ, Χριστὲ υἱὲ τοῦ θεοῦ τοῦ ζῶντος, ἡ δύναμις ἡ ἀπτόητος ἡ τὸν ἐχθρὸν καταστρέψασα, καὶ ἡ φωνὴ ἡ ἀκουσθεῖσα τοῖς ἄρχουσιν, ἡ σαλεύσασα τὰς ἐξουσίας αὐτῶν ἁπάσας, ὁ πρεσβευτὴς ὁ ἀπὸ τοῦ ὕψους ἀποσταλεὶς καὶ ἕως τοῦ ᾅδου καταντήσας, ὃς καὶ τὰς θύρας ἀνοίξας ἀνήγαγες ἐκεῖθεν τοὺς ἐγκεκλεισμένους πολλοῖς χρόνοις ἐν τῷ τοῦ σκότους ταμιείῳ, καὶ τούτοις τὴν ἄνοδον ὑποδείξας τὴν εἰς τὸ ὕψος ἀνάγουσαν· δέομαί σου κύριε Ἰησοῦ, ἱκετηρίαν σοι προσφέρων ὑπὲρ τῶν νεωτέρων τούτων, ἵνα τὰ βοηθοῦντα αὐτοῖς καὶ συμβαλλόμενα καὶ συμφέροντα ποιήσῃς. Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας αὐτοῦ καὶ εἰπὼν Ὁ κύριος ἔσται μεθ᾽ ὑμῶν, κατέλιπεν αὐτοὺς ἐν τῷ τόπῳ καὶ ἀπῆλθεν.