Ancient Greek · ~4 min
Section 9
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 9
Not analysed yet
Ἰδόντες δὲ ἐξεπλάγησαν πάντες, ἐξετάζοντες ὅτι τίς ἐστιν ὁ ἐξ αὐτῶν ἀπολειφθείς. ὡς δὲ φανερὸν ἐγένετο ὅτι τοῦ οἰνοχόου ἐστὶν ἡ χεὶρ τοῦ πατάξαντος τὸν ἀπόστολον, ἡ αὐλήτριατοὺς αὐλοὺς αὐτῆς κατεάξασα ἔρριψεν, καὶ πρὸς τοὺς πόδας τοῦ ἀποστόλου ἀπελθοῦσα ἐκαθέσθη λέγουσα ὅτι Οὗτος ὁ ἄνθρωπος ἢ θεός ἐστιν ἢ ἀπόστολος τοῦ θεοῦ· ἐγὼ γὰρ ἤκουσα ἑβραϊστὶ εἰπόντος τῷ οἰνοχόῳ ὅτι Ἤδη θεάσομαι τὴν χεῖρα τὴν τύψασάν με ὑπὸ κυνῶν συρομένην· Ὅπερ καὶ ὑμεῖς ἐθεάσασθε νῦν· ὡς γὰρ εἶπεν οὕτως καὶ συνέβη. Καὶ τινὲς μὲν ἐπίστευον αὐτῇ, τινὲς δὲ οὔ. ὁ δὲ βασιλεὺς ἀκούσας ταῦτα προσελθὼν εἶπεν τῷ ἀποστόλῳ· Ἀναστὰς ἐλθὲ μετ᾽ ἐμοῦ καὶ εὖξαι ὑπὲρ τῆς θυγατρὸς μου· μονογενῆ γὰρ αὐτὴν ἔχω, καὶ σήμερον αὐτὴν ἐκδίδωμι. Ὁ δὲ ἀπόστολος οὐκ ἐβούλετο συναπελθεῖναὐτῷ· οὐδέπω γὰρ ἦν ἐκεῖ αὐτῷ ὁ κύριος ἀποκαλυφθείς· ὁ δὲ βασιλεὺς ἄκοντα αὐτὸν ἀπήγαγεν εἰς τὸν νυμφῶνα, ὅπως εὔξηται ὑπὲρ αὐτῶν.