Ancient Greek
Section 11
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 11
Not analysed yet
Ὁ δὲ βασιλεὺς ἠξίου τοὺς παρανύμφους ἐξέρχεσθαι ἀπὸ τοῦ νυμφῶνος. πάντων δὲ ἐξελθόντων καὶ τῶν θυρῶν κλεισθεισῶν ὁ νυμφίος τὸ καταπέτασμα τοῦ νυμφῶνος ἐπῆρεν, ἵνα τὴν νύμφην πρὸς ἑαυτὸν ἀγάγῃ. καὶ εἶδεν τὸν κύριον Ἰησοῦν τὴν ἀπεικασίαν Ἰούδα Θωμᾶ ἔχοντα καὶ ὁμιλοῦντα τῇ νύμφῃ, τοῦ πρὸ βραχέως εὐλογήσαντος αὐτοὺς καὶ ἐξελθόντος ἀπ᾽ αὐτῶν, τοῦ ἀποστόλου, καί φησιν αὐτῷ· Ὀυχὶ πρὸ πάντων ἐξῆλθες; πῶς νῦν εὑρέθης ὧδε; Ὁ δὲ κύριος εἶπεν αὐτῷ· Ἐγὼ οὐκ εἰμὶ Ἰούδας ὁ καὶ Θωμᾶς, ἀδελφὸς δὲ αὐτοῦ εἰμι. Καὶ ἐκαθέσθη ὁ κύριος ἐπὶ τῆς κλίνης, ἐκέλευσεν δὲ καὶ αὐτοῖς καθεσθῆναι ἐπὶ τοῖς δίφροις, καὶ ἤρξατο αὐτοῖς λέγειν·