Ancient Greek
Section 99
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 99
Not analysed yet
Ὁ δὲ Χαρίσιος δι᾽ ὅλης τῆς νυκτὸς ἐν ἀθυμίᾳ ὑπῆρχεν, τὰς χεῖρας αὐτοῦ πατάσσων κατὰ τῆς ὄψεως· ἐβούλετο δὲ αὐτῇ τῇ ὥρᾳ ἀπελθεῖν καὶ ἀνενέγκαι τῷ βασιλεῖ περὶ τῆς βίας τῆς περιστάσης αὐτῷ· ἐνεθυμεῖτο δὲ ἐν ἑαυτῷ λέγων· Ἐὰν ἡ πολλὴ ἀθυμία ἡ περὶ ἐμὲ οὖσα ἀναγκάσῃ με ἀπελθεῖν ἄρτι πρὸς τὸν βασιλέα, τίς εἰσφέρει με εἰς αὐτόν; ἐγὼ γὰρ ἐπίσταμαι ὅτι ἡ ἐμὴ κακηγορία κατέστρεψέν με τῆς ὑψαυχενίας μου καὶ τῆς ἀλαζονείας καὶ τῆς μεγαλωσύνης καὶ εἰς ταύτην με τὴν σμικρότητα κατέβαλεν καὶ τὴν ἀδελφήν μου Μυγδονίαν ἀπεχώρισεν ἀπ᾽ ἐμοῦ, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ ἀπεχώρισεν ἀπ᾽ ἐμοῦ, εἰ καὶ αὐτὸς ὁ βασιλεὺς πρὸ τῶν θυρῶν εἰστήκει τῇ ὥρᾳ ταύτῃ, οὐκ ἂν ἐξελθὼν ἀπόκρισιν αὐτῷ ἔδωκα. ἀλλ᾽ ἀναμείνω ἕως ὅτε διαφαύσει· οἶδα δὲ ὅτι εἴ τι ἂν αἰτήσω τὸν βασιλέα παρέχει μοι. ἐρῶ δὲ περὶ τῆς μανίας τοῦ ξένου ἐκείνου, ἥτις τυραννίδι χρησάμενος καταβάλλει τοὺς μεγάλους καὶ ἐπισήμους εἰς βάθος. οὐ γὰρ τοῦτό με λυπεῖ ὅτι ἐστερήθην τῆς κοινωνίας αὐτῆς, ἀλλὰ περὶ αὐτῆς λυποῦμαι, ὅτι ἡ παμμεγέθης ψυχὴ αὐτῆς ἠλαττώθη. γυνὴ εὐσχήμων οὖσα, ἣν οὐδείς ποτε τῶν οἰκείων κατέγνω, γυμνὴ ἔφυγεν ἀπὸ τοῦ ἰδίου κοιτῶνος ἔξω τρέχουσα· καὶ οὐκ οἶδα ποῦ ἀνεχώρησεν· καὶ τάχα ἐμμανὴς γενομένη ὑπὸ τοῦ φαρμακοῦ ἐκείνου μανεῖσα εἰς τὴν ἀγορὰν ἐξῆλθεν ζητοῦσα ἐκεῖνον· οὔτε γάρ τι ἐράσμιον αὐτῇ φαίνεται ἀλλ᾽ ἐκεῖνος καὶ τὰ ὑπ᾽ αὐτοῦ λεχθέντα.