Ancient Greek
Section 105
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 105
Not analysed yet
Καὶ ταῦτα ἀκούσας Μισδαῖος ὁ βασιλεὺς παρὰ Σιφόρου πολλοὺς ἔπεμψεν στρατιώτας εἰς τὸν οἶκον Σιφόρου τοῦ στρατηλάτου, ἀγαγεῖν Θωμᾶν τὸν ἀπόστολον καὶ πάντας τοὺς εὑρισκομένους ἐκεῖσε. εἰσελθόντες δὲ οἱ πεμφθέντες ἔσω εὗρον αὐτὸν πλῆθος πολὺ διδάσκοντα· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ ἐκάθητο. θεασάμενοι δὲ τὸν πολὺν ὄχλον περὶ αὐτὸν ἐφοβήθησαν καὶ ἀπῆλθον πρὸς τὸν βασιλέα αὐτῶν καὶ εἶπον· Οὐκ ἐτολμήσαμεν εἰπεῖν αὐτῷ τι· ὄχλος γὰρ ηνπολὺς περὶ αὐτόν· καὶ ἡ Μυγδονία πρὸς τοῖς ποσὶν αὐτοῦ καθεζομένη ἠκροᾶτο τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα. Καὶ ταῦτα ἀκούσαντος Μισδαίου τοῦ βασιλέως καὶ Χαρισίου ἐκπηδήσας ὁ Χαρίσιος ἀπ᾽ ἔμπροσθεν τοῦ βασιλέως συνεπισπασάμενος ὄχλον πολὺν εἶπεν· Ἐγὼ αὐτὸν φέρω βασιλεῦ καὶ τὴν Μυγδονίαν, ἧς τὸν νοῦν ἀφείλατο. Καὶ ἦλθεν εἰς τὴν οἰκίαν Σιφόρου τοῦ στρατηλάτου ἐντάραχος. καὶ εὗρεν αὐτὸν διδάσκοντα· Μυγδονίαν δὲ οὐ κατέλαβεν, ἀναχωρήσασα γὰρ ἧν εἰς τὸν οἶκον αὐτῆς, ἐγνωκυῖα ὅτι ἐμηνύθη τῷ ἀνδρὶ αὐτῆς ὅτι ἐκεῖ ἦν.