Ancient Greek · ~5 min
Section 106
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 106
Not analysed yet
Ὁ δὲ Χαρίσιος εἶπεν τῷ ἀποστόλῳ· Ἀνάστα πονηρὲ καὶ ἀφανιστὰ καὶ ἐχθρὲ τοῦ ἐμοῦ οἴκου· ἐμὲ γὰρ ἡ σὴ μαγεία οὐ βλάπτει· τὴν γὰρ σὴν μαγείαν ἐπὶ τὴν σὴν κεφαλὴν θήσομαι. Ταῦτα δὲ αὐτοῦ εἰπόντος προσέσχεν αὐτῷ ὁ ἀπόστολος καὶ εἶπεν αὐτῷ· Αἱ ἀπειλαί σου ἐπιστρέψουσιν πρὸς σέ. ἐμὲ γὰρ ἐν οὐδενὶ καταβλάψεις· μείζων γὰρ σοῦ ἐστιν καὶ τοῦ σοῦ βασιλέως καὶ πάσης ὑμῶν τῆς στρατιᾶς ὁ κύριος Ἰησοῦς Χριστὸς εἰς ὅν τὰς ἐλπίδας ἔχω. Λαβὼν δὲ ὁ Χαρίσιος ἡμιφόριον ἑνὸς τῶν οἰκείων αὐτοῦ ἐπέβαλεν τῷ τραχήλῳ τοῦ ἀποστόλου λέγων· Σύρατε καὶ ἀπαγάγετε αὐτόν· ἴδω εἰ δύναται ὁ θεὸς ῥύσασθαι αὐτὸν ἀπὸ τῶν χειρῶν μου. Σύραντες δὲ αὐτὸν ἀπήγαγον πρὸς Μισδαῖον τὸν βασιλέα. στάς δὲ ὁ ἀπόστολος ἔμπροσθεν τοῦ βασιλέως λέγει αὐτῷ ὁ βασιλείς· Εἰπὲ τίς εἶ καὶ ποίᾳ δυνάμει ταῦτα διαπράττῃ. Ὁ δὲ ἀπόστολος ἡσύχαζεν. ἐκέλευσεν δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις αὐτοῦ μαστιχθέντα αὐτὸν ἑκατὸν κή δέσμιον βληθῆναι εἰς τὴνφρουράν. οἳ δὲ δεσμεύσαντες αὐτόν ἀπήγαγον. ὁ δὲ βασιλεὺς καὶ Χαρίσιος ἐσκέπτοντο τὸ πῶς αὐτὸν θανατώσουσιν· τὸ δὲ πλῆθος ὥσπερ θεὸν προσεκύνουν αὐτόν· τοῦτο δὲ εἶχον κατὰ νοῦν εἰπεῖν ὅτι Τὸν βασιλέα ὕβρισεν καὶ πλάνος ἐστὶν ὁ ξένος.