Ancient Greek · ~5 min
Section 12
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 12
Not analysed yet
Μνημονεύετε τέκνα μου ὧν ὁ ἀδελφός μου ἐλάλησεν ὑμῖν καὶ τίνι ὑμᾶς παρέθετο· καὶ τοῦτο γνῶτε, ὅτι ἐὰν ἀπαλλαγῆτε τῆςῥυπαρᾶς κοινωνίας ταύτης, γίνεσθε ναοὶ ἅγιοι, καθαροί, ἀπαλλαγέντες πλήξεων καὶ ὀδυνῶν φανερῶν τε καὶ ἀφανῶν, καὶ φροντίδας οὐ περιθήσεσθε βίου καὶ τέκνων, ὧν τὸ τέλος ἀπώλεια ὑπάρχει. ἐὰν δὲ καὶ κτήσησθε παῖδας πολλούς, διὰ τούτους γίνεσθε ἅρπαγες καὶ πλεονέκται, ὀρφανοὺς δέροντες καὶ χήρας πλεονεκτοῦντες, καὶ ταῦτα ποιοῦντες ὑποβάλλετε ἑαυτοὺς εἰς τιμωρίας κακίστας. οἱ γὰρ πολλοὶ παῖδες ἄχρηστοι γίνονται, ὑπὸ δαιμονίων ὀχλούμενοι, οἳ μὲν φανερῶς, οἳ δὲ καὶ ἀφανῶς· γίνονται γὰρ ἣ σεληνιαζόμενοι ἢ ἡμίξηροι ἢ πηροὶ ἢ κωφοὶ ἢ ἄλαλοι ἢ παραλυτικοὶ ἢ μωροί· ἐὰν δὲ καὶ ὦσιν ὑγιαίνοντες, ἔσονται πάλιν ἀποίητοι, ἄχρηστα καὶβδελυκτὰ ἔργα διαπραττόμενοι· εὑρίσκονται γὰρ ἢ ἐν μοιχείᾳ ἢ ἐν φόνῳ ἢ ἐν κλοπῇ ἢ ἐν πορνείᾳ, καὶ ἐν τούτοις πᾶσιν ὑμεῖς συντριβήσεσθε. ἐὰν δὲ πεισθῆτε καὶ τηρήσητε τὰς ψυχὰς ὑμῶν ἁγνὰς τῷ θεῷ, γενήσονται ὑμῖν παῖδες ζῶντες, ὧν αἱ βλάβαι αὗται οὐ θιγγάνουσιν, καὶ ἔσεσθε ἀμέριμνοι, ἄσκυλτον διάγοντες βίον χωρὶς λύπης καὶ μερίμνης, προσδοκῶντες ἀπολήψεσθαι ἐκεῖνον τὸν γάμον τὸν ἄφθορονε καὶ ἀληθινόν, καὶ ἔσεσθε ἐν αὐτῷ παράνυμφοι συνεισερχόμενοι εἰς τὸν νυμφῶνα ἐκεῖνον τὸν τῆς ἀθανασίας καὶ φωτὸς πλήρης.