Ancient Greek · ~3 min
Section 13
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 13
Not analysed yet
Ὡς δὲ ἤκουσαν ταῦτα οἱ νεώτεροι, ἐπίστευσαν τῷ κυρίῳ καὶ ἑαυτοὺς ἐκδότους ἔδωκαν αὐτῷ, καὶ ἀπέσχοντο τῆς ῥυπαρᾶςἐπιθυμίας, καὶ ἔμειναν οὕτως ἐν τῷ τόπῳ διανυκτερεύοντες. ὁ δὲ κύριος ἐξῆλθεν ἀπ᾽ ἔμπροσθεν αὐτῶν λέξας αὐτοῖς· Ἡ χάρις τοῦ κυρίου ἔσται μεθ᾽ ὑμῶν. Ὄρθρου δὲ ἐπιστάντος ἀπήντησεν ὁ βασιλεύς, καὶ πληρώσας τὴν τράπεζ́αν εἰσήγαγεν ἔμπροσθεν τοῦ νυμφίου καὶ τῆς νύμφης· εὗρεν δὲ αὐτοὺς ἀντικρὺ ἀλλήλων καθεζομένους, τῆς δὲ νύμφης τὴν ὄψιν ἀσκέπαστον εὗρεν, καὶ ὁ νυμφίος πάνυ ἱλαρὸς ὑπῆρχεν. ἡ δὲ μήτηρ προσελθοῦσα τῇ νύμφῃ εἶπεν· Διὰ τί οὕτως καθέζῃ τέκνον, καὶ οὐκ αἰδῇ, ἀλλ᾽ οὕτως εἶ ὡς πολὺν χρόνον συμβιώσασα τῷ ἰδίῳ ἀνδρί; Καὶ ὁ πατὴρ αὐτῆς εἶπεν· Διὰ τὴν πολλὴν ἀγάπην τὴν πρὸς τὸν ἄνδρα σου οὐδὲ σκεπάζῃ;