Ancient Greek
Section 14
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 14
Not analysed yet
Ἀποκριθεῖσα δὲ ἡ νύμφη εἶπεν· Ἀληθῶς πάτερ ἐν πολλῇ ἀγάπῃ ὑπάρχω, καὶ τῷ κυρίῳ μου εὔχομαι παραμεῖναί μοιτὴν ἀγάπην ἧς ἠσθόμην ταύτῃ τῇ νυκτί, καὶ αἰτήσομαι τοῦτον τὸν ἄνδρα οὗ ᾐσθόμην σήμερον. διὸ δὴ οὐκέτι σκεπάσομαι, ἐπειδὴ τὸ ἔσοπτρον τῆς αἰσχύνης ἀπ᾽ ἐμοῦ ἀφῄρηται· καὶ οὐκέτι αἰσχύνομαι ἢ αἰδοῦμαι, ἐπειδὴ τὸ ἔργον τῆς αἰσχύνης καὶ τῆς αἰδοῦς ἐξ ἐμοῦ μακρὰν ἀπέστη· καὶ ὅτι οὐκ ἐκπλήσσομαι, ἐπειδὴ ἡ ἔκπληξις ἐμοὶ οὐ παρέμεινεν· καὶ ὅτι ἐν ἱλαρότητι καὶ χαρᾷ ὑπάρχω, ἐπειδὴ ἡ ἡμέρα τῆς χαρᾶς οὐκ ἐταράχθη· καὶ ὅτι ἐξουθένισα τὸν ἄνδρα τοῦτον καὶ τοὺς γάμους τούτους τοὺς παρερχομένους ἀπ᾽ ἔμπροσθεν τῶν ὀφθαλμῶν μου, ἐπειδὴ ἑτέρῳ γάμῳ ἡρμόσθην· καὶ ὅτι οὐ συνεμίγην ἀνδρὶ προσκαίρῳ, οὗ τὸ τέλος μετὰ λαγνείας καὶ πικρίας ψυχῆς ὑπάρχει, ἐπειδὴ ἀνδρὶ ἀληθινῷ συνεζεύχθην.