Ancient Greek · ~5 min
Section 15
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 15
Not analysed yet
Καὶ ἔτι πλείονα τούτων λεγούσης τῆς νύμφης ἀποκρίνεται ὁ νυμφίος καὶ λέγει· Εὐχαριστῶ σοι κύριε ὁ διὰ τοῦ ξένουἀνδρὸς κηρυχθεὶς καὶ ἐν ἡμῖν εὑρεθείς· ὁ μακράν με τῆς φθορᾶς ποιήσας καὶ σπείρας ἐν ἐμοὶ τὴν ζωήν· ὁ τῆς νόσου με ἀπαλλάξας ταύτης τῆς δυσιάτου καὶ δυσθεραπεύτου καὶ παραμενούσης εἰς τὸν αἰῶνα καὶ ὑγείαν σώφρονα ἐγκαταθέμενός μοι· ὁ σαυτόν μοι ὑποδείξας καὶ πάντα τὰ κατ᾽ ἐμὲ ἐν οἷς εἰμι ἀποκαλύψας μοι· ὁ λυτρωσάμενός με ἀπὸ τῆς πτώσεως καὶ εἰς τὸ κρεῖττόν με παραγαγών, καὶ τῶν μὲν προσκαίρων ἀπαλλάξας, καταξιώσας δέ με τῶν ἀθανάτων καὶ ἀεὶ ὄντων· ὁ σεαυτὸν κατευτελίσας ἕως ἐμοῦ καὶ τῆς ἐμῆς σμικρότητος, ἵνα ἐμὲ τῇ μεγαλωσύνῃ παραστήσας ἑνώσῃς σεαυτῷ· ὁ τὰ ἴδια σπλάγχνα μὴ ἐπισχὼν ἐξ ἐμοῦ τοῦ ἀπολλυμένου, ἀλλὰ ὑποδείξας μοι ζητῆσαι ἐμαυτὸν καὶ γνῶναι τίς ἤμην καὶ τίς καὶ πῶς ὑπάρχω νῦν, ἵνα πάλιν γένωμαι ὃ ἤμην· ὃν ἐγὼ μὲν οὐκ ᾔδειν, αὐτὸς δὲ ἐπεζήτησας· ὃν μὴ ἐπιστάμην, αὐτὸς δέ με προσελάβου· οὗ ᾐσθόμην καὶ νὺν οὐ δύναμαι ἀμνημονεῖντούτου· οὗ ἡ ἀγάπη ἐν ἐμοὶ βράσσει, καὶ εἰπεῖν μὲν ὡς δεῖ οὐ δύναμαι, ἃ δὲ χωρῶ λέγειν περὶ αὐτοῦ βραχεῖα καὶ πάνυ ὀλίγα, καὶ ἀνάλογα οὐ τυγχάνει πρὸς τὴν ἐκείνου δόξαν· οὐκ αἰτιᾶται δέ με ἀναιδευόμενον πρὸς αὐτὸν λέγειν καὶ ἃ μὴ οἶδα· διὰ γὰρ τὴν αὐτοῦ ἀγάπην καὶ ταῦτα λέγω.