Ancient Greek
Section 141
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 141
Not analysed yet
Ἰδῶν δὲ ὁ βασιλεὺς τὸ πλῆθος τῶν ὑδάτων εἶπεν τῷ Ἰούδᾳ· Δεήθητι τοῦ θεοῦ σου ἵνα με ῥύσηται ἐκ τοῦ θανάτου τούτου, ἵνα μὴ τῷ κατακλυσμῷ ἀπόλωμαι. Ὁ δὲ ἀπόστολος ηὔξατο καὶ εἶπεν· Ὁ δεσμεύσας τὴν φύσιν ταύτην καὶ εἰς ἕνα συναγαγὼντόπον καὶ εἰς διαφόρους ἐκπέμπων χώρας· ὁ ἐξ ἀταξίας εἰς τάξιν μεταγαγών· ὁ διδοὺς μεγαλεῖα καὶ θαυμάσια μεγάλα διὰ τῶν χειρῶν τοῦ δούλου σου Ἰούδα· ὁ ἐλεῶν τὴν ἐμὴν ψυχὴν ἵνα σοῦ πάντοτε φέγγος καταδέξωμαι· ὁ δοὺς μισθὸν τοῖς κεκοπιακόσιν· ὁ σωτὴρ τῆς ψυχῆς μου καὶ εἰς τὴν ἰδίαν ἀποκαθιστῶν φύσιν τὸ μὴ κοινωνεῖν τοῖς βλάπτουσιν· ὁ γινόμενος πρόφασις ζωῆς διὰ παντός· σὺ κατάστῆναι. παυσον τὸ στοιχεῖον τοῦτο, ἵνα μὴ ἀντανᾶραν διαφθείρῃ· εἰσὶν γάρ τινες τῶν ἐνταῦθα ἑστώτων οἵτινες ζήσουσιν σοὶ πιστεύσαντες. Εὐξαμένου δὲ αὐτοῦ κατ᾽ ὀλίγον τὸ ὕδωρ ἀνηλώθη, ξηρὸς ὁ τόπος γενόμενος. ἰδὼν δὲ ταῦτα ὁ Μισδαῖος προσέταξεν εἰς τὸ δεσμωτήριον αὐτὸν ἀχθῆναι Ἕως οὗ σκέψομαι πῶς δεῖ αὐτῷ χρήσασθαι.