Ancient Greek · ~6 min
Section 142
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 142
Not analysed yet
Ἀπαγομένου δὲ τοῦ Ἰούδα ἐν τῇ φυλακῇ πάντες αὐτῷ ἠκολούθουν, καὶ Οὐαζάνης τοῦ βασιλέως υἱὸς πρὸς τὴν δεξιὰν αὐτοῦ ἐβάδιζεν καὶ ὁ Σιφὼρ ἐν ἀριστερᾷ. εἰσελθὼν δὲ εἰς τὸ δεσμωτήριον ἐκαθέσθη, καὶ ὁ Οὐαζάνης καὶ ὁ Σιφώρ, καὶ τὴν ἑαυτοῦ γυναῖκα καὶ τὴν θυγατέρα ἔπεισεν καθεσθῆναι· εἰσεληλύθασι γὰρ καὶ αὐταὶ ἵνα ἀκούσωσιν τοῦ τῆς ζωῆς λόγου· καὶ γὰρ ᾔδεισαν ὅτι ὁ Μισδαῖος φονεύσει αὐτὸν διὰ τὴν τῆς ὀργῆς ὑπερβολήν. ὁ δὲ Ἰούδας ἤρξατολέγειν· Ὁ ἐλευθερωτὴς τῆς ἐμῆς ψυχῆς ἐκ τῆς τῶν πολλῶν δουλείας, ὅτι δέδωκα ἐμαυτὸν πραθῆναι· ἰδοὺ χαίρω καὶ θάλλω εἰδὼς ὅτι ἐπληρώθησαν οἱ χρόνοι ἵνα εἰσελθὼν ἀπολάβω. ἰδοὺ ἀπαλλάσσομαι μεριμνῶν τῶν ἐπὶ τῆς γῆς. ἰδοὺ πληρῶ τὴν ἐλπίδα καὶ ἀλήθειαν ἀπολαμβάνω. ἰδοὺ ἀπαλλάττομαι λύπης καὶ χαρὰν ἐνδύομαι μόνον. ἰδοὺ γίνομαι ἄφροντις καὶ ἄλυπος ἐν ἀνέσει διατρίβων. ἰδοὺ τῆς δουλείας ἀπαλλάττομαι καὶ εἰς τὴν ἐλευθερίαν ἐκλήθην. ἰδοὺ χρόνοις καὶ καιροῖς ὑπηρέτησα καὶ χρόνων καὶ καιρῶν ἀνυψώθην. ἰδοὺ ἀπολαμβάνω παρὰ τοῦ μισθαποδότου χωρὶς ἀριθμοῦ διδόντος τοῦ ἐξαρκεῖν αὐτοῦ τὸν πλοῦτον τῆς δωρεᾶς. καὶ πάλιν οὐκ ἀποδυθήσομαι. ἰδοὺ κοιμῶμαι καὶ ἐξυπνίζομαι, πάλιν δὲ οὐ κοιμηθήσομαι. ἰδοὺ ἀποθνῄσκω καὶ ἀναβιῳ, πάλιν δὲ θανάτου οὐ γεύσομαι. ἰδοὺ χαίροντες προσδοκῶσιν ἵνα ἐλθὼν συγγένωμαι τοῖς αὐτῶν συγγενέσιν καὶ τεθῶ ἄνθος ἐν τῷ στεφάνα αὐτῶν. ἰδοὺ βασιλεύω ἐν τῇ βασιλείᾳ ἐφ᾽ ἣν ἐντεῦθεν ἤλπισα· ἰδοὺ πίπτουσιν οἱ ἀνυπότακτοι πρὸ ἐμοῦ, ὅτι αὐτοὺς ἐξέφυγον· ἰδοὺ γέγονεν εἰρήνη εἰς ἣν πάντες ἀπαντῶσιν.