Ancient Greek
Section 143
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 143
Not analysed yet
Λέγοντος δὲ τοῦ ἀποστόλου ταῦτα πάντες οἱ ἐκεῖ ἠκροῶντο, νομίζοντες ἐκείνην τὴν ὥραν τοῦ βίου αὐτὸν μεταστῆναι. καὶ πάλιν ἔλεγεν· Πιστεύσατε τῷ πάντων ἰατρῷ ὁρατῶν τε καὶ ἀοράτων σωτηρίαν τῶν ψυχῶν τῶν δεομένων τῆς παρ᾽ αὐτοῦ ὠφελείας. οὗτός ἐστιν ἐλεύθερος ἐκ βασιλέων· οὗτος ἰατρὸς τῶν αὐτοῦ κτημάτων· οὗτός ἐστιν ὁ ὀνειδιζόμενοςὑπὸ τῶν ἰδίων δούλων· οὗτός ἐστιν πατὴρ ὕψους καὶ φύσεως κύριος καὶ κριτής· ὕψιστος παρὰ τοῦ μεγίστου γέγονεν, υἱὸς βάθους μονογενής· καὶ ἐκλήθη υἱὸς Μαρίας παρθένου, καὶ ἠκούσθη υἱὸς τέκτονος Ἰωσήφ. οὗτος οὗ τὴν σμικρότητα ἐν τοῖς τοῦ σώματος ὀφθαλμοῖς, τὴν δὲ μεγαλειότητα ἐν πίστει ἐδεξάμεθα, καὶ εἴδομεν ταύτην ἐν τοῖς ἔργοις· οὗ τὸ σῶμα ἀνθρώπινον καὶ ταῖς χερσὶν ἐψηλαφήσαμεν, τὴν δὲ θέαν εἴδομεν ἐνηλλοιωμένην τοῖς ἡμετέροις ὀφθαλμοῖς, τὸν δὲ τύπον αὐτοῦ τὸν οὐράνιον ἐν τῷ ὄρει ἰδεῖν οὐκ ἠδυνήθημεν· οὗτος ὁ σφήλας τοὺς ἄρχοντας καὶ τὸν θάνατον βιασάμενος· οὗτος ἀλήθεια μὴ ψευδομένη καὶ τέλος ἐπικεφάλαια δεδωκὼς ὑπὲρ αὐτοῦ καὶ τῶν αὐτοῦ μαθητῶν· οὗτινος ἰδὼν ὁ ἄρχων ἐφοβήθη καὶ αἱ δυνάμεις αἱ σὺν αὐτῷ ἐταράχθησαν· καὶ ἐμαρτύρει ὁ ἄρχων τίς ἐστιν καὶ πόθεν, καὶ τὸ ἀληθὲς οὐκ ἔγνω, ἐπειδήπερ ἀληθείας ἐστὶν ἀλλότριος. οὗτος ἐξουσίαν ἔχων τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ἡδονῶν καὶ κτημάτων καὶ ἀνέσεως ταῦτα πάντα καὶ τοὺς αὐτοῦ ὑπηκόους ἀνατρέπει μὴ χρήσασθαι αὐτοῖς.