Ancient Greek
Section 144
Acta Thomae, Πράξεις τοῦ ἁγίου ἀποστόλου Θωμᾶ 144
Not analysed yet
Πληρώσας δὲ ταῦτα ἀνέστη καὶ ηὔξατο οὕτως· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου. ἐλθάτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· καὶ ἄφες ἡμῖν τὰς ὀφειλὰς ἡμῶν ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηῥοῦ. ὁ κύριος καὶ θεός μου, ἐλπὶς καὶ πεποίθησις καὶ διδάσκαλος, σύ με ἐδίδαξας εὔχεσθαι οὕτως· ἰδοὺ τὴν εὐχὴν εὔχομαι ταύτην καὶ τὸ πρόσταγμά σου πληρῶ· σὺ ἕσο μετ᾽ ἐμοῦ μέχρι τέλους· σὺ εἶ ὁ ἐκ παίδων με ἐνσπείρας ζωὴν καὶ ἀπὸ φθορᾶς φυλάξας με· σὺ εἶ ὁ εἰς τὴν τοῦ κόσμου πενίαν ἀγαγών με καὶ εἰς πλοῦτον ἀληθινὸν παρακαλέσας με· σὺ εἶ ὁ γνωρίσας μοι ἑαυτὸν καὶ δείξας ὅτι σός εἰμι· καὶ γυναικὸς ἀπεσχόμην ἵνα ἐκεῖνο ὃ χρῄζεις μὴ εὑρεθῇ ἐν ῥύπῳ·